ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ – Κατά Ματθαίον Ευαγγέλιο (ΚϚ´ 2 – 20): 2 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. 5 ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. 6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. 8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; 9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς. 10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. 14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· 15 Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. 17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. 20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΓ´ 3 – 17
3 εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε. 12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚϚ´ 21 – 39
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ’ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει. 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας. 26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· Λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου· 27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· 31 Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον. 36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. 39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΒ´ 43 – 44
43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτὸν. 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚϚ´ 40 – 75
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ! 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ’ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν. 45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. 47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστι· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· Χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ ὃ πάρει; τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀποθανοῦνται. 53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι; 55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. 57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 οἱ δὲ ἀρχιερεῖς οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτὸν, 60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες 61 εἶπον· Οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτὸν. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστί. 67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; 69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. 70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. 72 καὶ πάλιν ἠρνήσατο μεθ’ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΖ´ 1 – 5
1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις 4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. 5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.
Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚϚ´ 2 – 20
2 “γνωρίζετε ότι έπειτα από δύο ημέρας γίνεται η εορτή του πάσχα και ο υιός του ανθρώπου θα παραδοθή δια να σταυρωθή”. 3 Τοτε οι αρχιερείς και οι γραμματείς και οι προεστοί του λαού, που συμμετείχαν στο Μεγάλο Συνέδριον, συγκεντρώθηκαν εις την οικίαν του αρχιερέως, ο οποίος ωνομάζετο Καϊάφας. 4 Και κατόπιν συσκέψεως απεφάσισαν ομοφώνως να συλλάβουν με δόλον τον Ιησούν και να τον φονεύσουν. 5 Είπαν δε μεταξύ των, να μη τον συλλάβουν κατά την εορτήν του πάσχα, δια να μη γίνη θόρυβος και αναταραχή στον λαόν. 6 Οταν δε ο Ιησούς ήλθε εις την Βηθανίαν, εις την οικίαν Σιμωνος του λεπρού, 7 προσήλθε εις αυτόν μία γυναίκα με ένα δοχείον από αλάβαστρον γεμάτο από μύρον πολύτιμον και έχυνε αυτό άφθονον εις την κεφαλήν του, καθώς αυτός είχε καθίσει εις την τράπεζαν του φαγητού. 8 Οι δε μαθηταί, όταν είδαν τούτο, ηγανάκτησαν και έλεγαν· “διατί χάνεται ματαίως το πολύτιμον αυτό μύρον; 9 Διότι θα ημπορούσε αυτό να πωληθή αντί πολλών χρημάτων και να δοθή το αντίτιμον στους φτωχούς”. 10 Ο Ιησούς όμως αντελήφθη την δυσφορίαν των και τους είπε· “διατί στενοχωρείτε την γυναίκα; Διότι αυτή έκαμε εις εμέ ένα καλόν και αξιέπαινον έργον. 11 Διότι τους πτωχούς τους έχετε πάντοτε μαζή σας και ημπορείτε, οπόταν θέλετε να τους βοηθήτε, εμέ όμως δεν θα με έχετε πάντοτε μαζή σας. 12 Διότι αυτή η γυναίκα, που έχυσε το μύρον τούτο στο σώμα μου, το έκαμε σαν προετοιμασίαν δια τον ενταφιασμόν μου. 13 Σας διαβεβαιώνω δε, ότι οπουδήποτε και αν κυρηχθή το ευαγγέλιον τούτο-και θα κηρυχθή εις όλον τον κόσμον-θα διαλαληθή επίσης και αυτό που έκαμε σήμερον αυτή εις αλησμόνητον ανάμνησίν της”. (Καθε προσφορά, που γίνεται προς τον Κυριον από ευλαβή και αφωσιωμένην καρδίαν, αποκτά αιωνίαν αξίαν). 14 Τοτε ένας από τους δώδεκα, ο λεγόμενος Ιούδας Ισκαριώτης, επήγε προς τους αρχιερείς και είπε· 15 “τι θέλετε να μου δώσετε και εγώ θα σας τον παραδώσω;” Εκείνοι δε του εμέτρησαν τριάκοντα αργυρά νομίσματα. 16 Και από τότε εζητούσε ευκαιρίαν, δια να τον παραδώση (σύμφωνα με τας οδηγίας των αρχιερέων). 17 Κατά δε την παραμονήν του πάσχα, η οποία ελέγετο και πρώτη ημέρα του πάσχα, διότι ετοίμαζαν οι Εβραίοι τα άζυμα, ήλθαν οι μαθηταί προς τον Ιησούν λέγοντες· “που θάλεις να σου ετοιμάσωμεν, δια να φάγης το πάσχα;” 18 Ο δε Ιησούς είπεν· “πηγαίνετε εις την πόλιν προς τον δείνα και ειπέτε του· ο διδάσκαλος λέγει· Ο καιρός μου δια να τελειώσω το έργον μου πλησιάζει. Εις το σπίτι σου απόψε, παραμονήν του εβραϊκού πάσχα, θα εορτάσω μαζή με τους μαθητάς μου το νέον πάσχα”. 19 Και έκαμαν οι μαθηταί, όπως ο Ιησούς τους είχε οδηγήσει και ετοίμασαν τα κατά το πάσχα. 20 Οταν δε ήλθε η εσπέρα, ο Κυριος μαζή με τους δώδεκα εξάπλωσε κοντά στο τραπέζι σύμφωνα με την συνήθειαν που είχαν τότε οι άνθρωποι να κάθωνται κατά το φάγητον.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΓ´ 3 – 17
3 ο Ιησούς, αν και εγνώριζε πολύ καλά ότι ο Πατήρ του είχε παραδώσει τα πάντα εις τα χέρια του και ότι από τον Θεόν εξήλθε, δια να έλθη στον κόσμον και προς τον Θεόν τώρα επιστρέφει, 4 παρά το θείον και άπειρον μεγαλείον του, σηκώνεται από το τραπέζι, δια να αναλάβη έργον δούλου και βγάζει τα εξωτερικά του ενδύματα και αφού επήρε μίαν ποδιάν, εζώσθη με αυτήν. 5 Επειτα ρίπτει νερό εις την λεκάνην, όπου έπλυναν τα πόδια οι άνθρωποι του σπιτιού και ήρχισε να πλύνη τα πόδια των μαθητών και να τα σπογγίζη με την πετσέτα, με την οποία ήτο ζωσμένος. 6 Ερχεται, λοιπόν, και προς τον Σιμωνα Πετρον και λέγει εις αυτόν εκείνος· “Κυριε, συ ο Διδάσκαλος και ο Κυριος θα μου πλύνης τα πόδια;”. 7 Απήντησε ο Ιησούς και του είπε· “τι σημαίνει αυτό, το οποίον εγώ κάμνω, δεν το καταλαβαίνεις τώρα, θα το γνωρίσης και θα το εννοήσης ύστερα από αυτά”. 8 Λεγει εις αυτόν ο Πετρος· “ποτέ στον αιώνα τον άπαντα δεν θα δεχθώ να μου πλύνης εσύ τα πόδια”. Απήντησεν εις αυτόν ο Ιησούς· “εάν δεν σου πλύνω τώρα τα πόδια, εάν με ταπεινοφροσύνην και εμπιστοσύνην εις εμέ δεν υπακούσης, δεν είναι δυνατόν να έχης πλέον μέρος μαζή μου”. 9 Λεγει εις αυτόν ο Σιμων Πετρος· “Κυριε, εάν η ανυπακοή μου αυτή πρόκειται να με χωρίση από σε, τότε πλύνε μου όχι μόνον τα πόδια, αλλά και τα χέρια και το κεφάλι”. 10 Του λέγει ο Ιησούς· “εκείνος που είναι λουσμένος εις ολόκληρον το σώμα, δεν έχει ανάγκην παρά μόνον τα πόδια να πλύνη, που λερώνονται εύκολα καθώς βαδίζει στον δρόμον, διότι είναι καθαρός κατά το υπόλοιπον σώμα. Και σεις, παρά τας μικράς ατελείας που παρουσιάζετε, είσθε καθαροί πνευματικώς. Αλλά όχι όλοι”. 11 Και είπεν ο Κυριος ότι δεν είσθε καθαροί όλοι, διότι εγνώριζε εκείνον ο οποίος έμελλε να τον παραδώση. 12 Οταν, λοιπόν, έπλυνε τα πόδια των και ξαναφόρεσε τα εξωτερικά του ενδύματα, εκάθισε πάλιν κοντά στο τραπέζι και τους είπε· “γνωρίζετε τι νόημα έχει αυτό, το οποίον έκαμα εις σας; 13 Θα σας το εξηγήσω. Σεις με ονομάζετε, ο Διδάσκαλος και ο Κυριος και καλά λέτε. Διότι πράγματι είμαι. 14 Εάν, λοιπόν, εγώ, ο Κυριος και ο Διδάσκαλος, έπλυνα τα πόδια σας, οφείλετε και σεις με ταπεινοφροσύνη και αγάπην να πλύνετε ο ένας του άλλου τα πόδια. 15 Διότι εγώ σας έδωσα ένα τέλειον παράδειγμα, να πράττετε και σεις όπως και εγώ έπραξα εις σας. 16 Σας διαβεβαιώνω, ότι δεν υπάρχει δούλος ανώτερος από τον κύριόν του ούτε απεσταλμένος μεγαλύτερος από εκείνον, που τον έστειλε. Εγώ είμαι ο Κυριος και ο Διδάσκαλος, σεις δε οι δούλοι και οι Απόστολοί μου. Εάν εγώ τόσον εταπεινώθηκα απέναντί σας, ώστε να πλύνω τα πόδια σας και σεις, που είσθε σύνδουλοι και συνάδελφοι μεταξύ σας, πρέπει να υπηρετήτε ο ένας τον άλλον με πρόθυμον ταπεινοφροσύνην και αγάπην. 17 Εάν καταλαβαίνετε καλά αυτά που σας είπα, θα είσθε μακάριοι, εάν τα εφαρμόζετε.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚϚ´ 21 – 39
21 Και καθώς έτρωγαν είπε· “σας διαβεβαιώνω, ότι ένας από σας θα με προδώση”. 22 Εκείνοι ελυπήθηκαν παρά πολύ και ήρχισαν να λέγουν ο καθένας δια τον εαυτόν του· “μήπως είμαι εγώ, Κυριε;” 23 Ο δε Κυριος απεκρίθη· “Εκείνος που εβούτηξε μαζή μου το χέρι στον ζωμόν του πιάτου, αυτός θα με παραδώση. 24 Ο μεν υιός του ανθρώπου απέρχεται από την ζωήν αυτήν, όπως ακριβώς είναι γραμμένο εις την Αγίαν Γραφήν περί αυτού· αλλοίμονον όμως στον άνθρωπον εκείνον, δια του οποίου ο υιός του ανθρώπου παραδίδεται· προτιμότερον θα ήτο δι’ αυτόν να μη είχε γεννηθή ο άνθρωπος εκείνος”. 25 Ελαβε δε τον λόγον ο Ιούδας, ο οποίος και τον παρέδωσε, και είπε· “μήπως είμαι εγώ, διδάσκαλε;” Απήντησε εις αυτόν ο Ιησούς· “Συ είπες, ότι είσαι συ”. (φράσις που σημαίνει· Το είπες μόνος σου, όπως είπες, έτσι είναι· συ πράγματι είσαι αυτός που θα με παραδώση). 26 Ενώ δε αυτοί έτρωγαν, επήρε ο Ιησούς τον άρτον και αφού ευχαρίστησε τον έκοψε εις τεμάχια και έδιδε στους μαθητάς και είπε· “λάβετε φάγετε· τούτο είναι το σώμα μου”. 27 Και αφού επήρε το ποτήριον και ηυχαρίστησε έδωκε αυτό στους μαθητάς και είπε· “πίετε από αυτό όλοι, 28 διότι τούτο είναι το αίμά μου, με το οποίον επικυρώνεται η νέα διαθήκη και το οποίον χύνεται δια την συγχώρησιν των αμαρτιών και την σωτηρίαν πολλών. 29 Σας λέγω δε ότι δεν θα ξαναπιώ από το προϊόν αυτό της αμπέλου από την στιγμήν αυτήν και μέχρι της ημέρας εκείνης, όταν εις την ατελείωτον χαράν της βασιλείας του Πατρός μου θα το πίνω μαζή σας νέον, πνευματικόν και χαροποιόν”. 30 Και αφού έψαλαν ύμνους, εξήλθαν στο όρος των Ελαιών. Τοτε λέγει προς αυτούς ο Ιησούς· 31 “όλοι σεις κατά την νύκτα αυτήν θα σκανδαλισθήτε και θα κλονισθή η πίστις σας προς εμέ. Διότι έτσι έχει γραφή εις την Παλαιάν Διαθήκην· Με την ιδικήν μου συγκατάθεσιν θα κτυπηθή ο ποιμήν, δηλαδή εγώ, και θα διασκορπισθούν τα πρόβατα του ποιμνίου, δηλαδή σεις. 32 Οταν όμως αναστηθώ, θα σας προϋπαντήσω εις την Γαλιλαίαν, όπου και θα συναντηθώμεν”. 33 Ο Πετρος όμως αποκριθείς του είπε· “εάν όλοι θα σκανδαλισθούν δ’ όσα θα συμβούν εις σε, εγώ όμως ποτέ δεν θα σκανδαλισθώ”. 34 Είπε εις αυτόν ο Ιησούς· “σε διαβεβαιώνω, ότι αυτήν την νύκτα, πριν ο πετεινός λαλήση, συ θα έχης κλονισθή τόσον πολύ, ώστε τρεις φορές θα με έχης αρνηθή”. 35 Λεγει εις αυτόν ο Πετρος· “και αν ακόμη χρειασθή να αποθάνω μαζή σου, δεν θα σε απαρνηθώ”. Και όλοι οι μαθηταί τα ίδια και παρόμοια έλεγαν. 36 Τοτε έρχεται μαζή με αυτούς ο Ιησούς εις μίαν περιοχήν, που ελέγετο Γεθσημανή, και λέγει στους μαθητάς· “καθήστε εδώ και περιμένετε, έως ότου υπάγω και προσευχηθώ εκεί”. 37 Και αφού επήρε μαζή του τον Πετρον και τους δύο υιούς του Ζεβεδαίου, ήρχισε να λυπήται και να καταλαμβάνεται από μεγάλην στενοχωρίαν. 38 Τοτε λέγει εις αυτούς ο Ιησούς· “πλημμυρισμένη από βαθυτάτην λύπην είναι η ψυχή μου, ώστε κινδυνεύω να αποθάνω από αυτήν. Μείνατε εδώ και αγρυπνήστε μαζή μου”. 39 Και αφού επροχώρησε ολίγον, έπεσε με το πρόσωπον αυτού καταγής προσευχόμενος και λέγων· “Πατερ μου, αν είναι δυνατόν, ας περάση από εμέ το ποτήριον τούτο. Πλην όμως ας μη γίνη όπως θέλω εγώ, αλλά όπως θέλεις συ”.
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΒ´ 43 – 44
43 Παρουσιάσθηκε δε εις αυτόν την ώραν εκείνην άγγελος από τον ουρανόν, ο οποίος του ενίσχυε τας σωματικάς του δυνάμεις που είχαν πλέον εξαντληθή. 44 Και περιέπεσε εις αγωνίαν και προσηύχετο τώρα θερμότερα και εκτενέστερα, και ο άφθονος ιδρώς, που έτρεχε από το πρόσωπον και το σώμα του, έγινε πηκτός σαν θρόμβοι αίματος, που πίπτουν εις την γην.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚϚ´ 40 – 75
40 Και έρχεται στους μαθητάς και τους ευρίσκει να κοιμώνται και λέγει στον Πετρον· “έτσι λοιπόν σεις που προ ολίγου είπατε ότι και την ζωήν σας θα εθυσιάζετε δι’ εμέ, δεν ημπορέσατε ούτε μίαν ώρα να αγρυπνήσετε μαζή μου! 41 Αγρυπνείτε και προσεύχεσθε, δια να μη περιπέσετε εις πειρασμόν, που θα σας βυθίση εις την άρνησιν· το μεν πνεύμα είναι πρόθυμον και έχει αγαθήν διάθεσιν, αλλ’ η ανθρωπίνη σαρξ είναι ασθενής”. 42 Και πάλιν δευτέραν φορά απήλθε και προσηυχήθη λέγων· “πάτερ μου, εάν δεν είναι δυνατόν να παρέλθη από εμέ αυτό το ποτήριον και οπωσθήποτε πρέπει να το πίω, δια την σωτηρίαν των ανθρώπων, ας γίνη το θέλημά σου”. 43 Και ήλθεν πάλιν προς τους μαθητάς του και τους εύρε να κοιμώνται, διότι τα μάτια των ήσαν βαρειά από την νύστα. 44 Και αφήσας αυτούς επήγε πάλιν και προσευχήθη τρίτην φοράν και είπε τα ίδια λόγια προς τον Πατέρα. 45 Τοτε έρχεται προς τους μαθητάς αυτού και τους λέγει· “κοιμάσθε, λοιπόν, και αναπαύεσθε! Ιδού έφθασεν η ώρα και ο υιός του ανθρώπου παραδίδεται εις χέρια αμαρτωλών. 46 Σηκωθήτε, πηγαίνομεν· ιδού επλησίασε αυτός, που πρόκειται να με παραδώση”. 47 Και ενώ ακόμη αυτός ωμιλούσε, ιδού ο Ιούδας, ένας από τους δώδεκα, ήλθε, και μαζή με αυτόν πολύς όχλος, όλοι ωπλισμένοι με μαχαίρια και ξύλα, σταλμένοι από τους αρχιερείς και πρεσβυτέρους του λαού. 48 Εκείνος δε που θα τον παρέδιδε, ο Ιούδας, είχε δώσει εις αυτούς σημείον λέγων· “εκείνον που θα φιλήσω, αυτός είναι ο Ιησούς· να τον συλλάβετε”. 49 Και αμέσως επλησίασε τον Ιησούν και είπε· “χαίρε, διδάκαλε”, και με υποκριτικήν εγκαρδιότητα τον εφίλησε πολλές φορές. 50 Ο δε Ιησούς είπεν εις αυτόν· “φίλε, σκέψου, δια ποίον έργον έχεις έλθει εδώ;” Τοτε επλησίασαν οι άλλοι, έβαλαν τα χέρια των επάνω στον Ιησούν και τον συνέλαβαν. 51 Και ιδού ένας από εκείνους που ήταν μαζή με τον Ιησούν, άπλωσε το χέρι, ετράβηξε το μαχαίρι του, εκτύπησε τον δούλον του αρχιερέως και του έκοψε το αυτί. 52 Τοτε λέγει εις αυτόν ο Ιησούς· “βάλε το μαχαίρι σου πίσω εις την θέσιν του· διότι όσοι επήραν μαχαίρι εναντίον του πλησίον των, θα πεθάνουν με μαχαίρι. 53 Η νομίζεις ότι δεν μπορώ εγώ αυτήν την στιγμήν να παρακαλέσω τον Πατέρα μου και να παρατάξη ολογυρά μου περισσοτέρας από δώδεκα λεγεώνας αγγέλων; 54 Εάν όμως κάτι τέτοιο γίνη, πως θα πραγματοποιηθούν αι Γραφαί, αι οποίαι προλέγουν ότι έτσι πρέπει να συμβούν τα γεγονότα;” 55 Εκείνην την ώρα είπεν ο Ιησούς προς τους όχλους· “σαν να ήμουν ληστής, εβγήκατε με μαχαίρια και ρόπαλα να με συλλάβετε· κάθε ημέραν εκαθόμουν κοντά σας διδάσκων στον ναόν και δεν με επιάσατε. 56 Αλλά αυτό όλο έγινε, δια να εκπληρωθούν όλα όσα έγραψαν οι προφήται”. (Η ενοχή εκείνων μένει, διότι εν επιγνώσει ενήργησαν κατά του αθώου. Η δε Γραφή τα προείπε διότι θα εγίνοντο, και δεν έγιναν διότι τα προείπε η Γραφή). Τοτε οι μαθηταί όλοι τον αφήκαν και έφυγαν. 57 Εκείνοι δε αφού επιασαν τον Ιησούν, τον έφεραν στον Καϊάφαν, τον αρχιερέα, όπου οι γραμματείς και οι πρεσβύτεροι συνεκεντρώθησαν 58 Ο δε Πετρος τον ακολουθούσε από μακρυά έως την αυλήν του αρχιερέως και εισελθών εκάθισε μέσα μαζή με τους υπηρέτας, δια να ιδή ποίον τέλος θα είχε αυτή η υπόθεσις. 59 Οι δε αρχιερείς και οι πρεσβύτεροι και όλα τα μέλη του συνεδρίου, που ήσαν παρόντα, εζητούσαν ψευδομαρτυρίαν εναντίον του Ιησού, δια να τον καταδικάσουν εις θάνατον 60 και δεν ευρήκαν. Μολονότι δε πολλοί ψευδομάρτυρες είχαν προσέλθει να καταθέσουν, δεν ευρήκαν καμμίαν αληθοφανή ψευδομαρτυρίαν. Υστερον δε προσελθόντες δύο ψευδομάρτυρες 61 κατέθεσαν· “αυτός είπε· ημπορώ να κρημνίσω τον ναόν του Θεού και εις τρεις ημέρας να τον οικοδομήσω πάλιν”. 62 Και εγερθείς ο αρχιερεύς είπεν εις αυτόν· “Τιποτε δεν αποκρίνεσαι; Τι καταθέτουν αυτοί εις βάρος σου;” 63 Ο δε Ιησούς εσιωπούσε. Και λαβών τον λόγον ο αρχιερεύς είπε εις αυτόν· “σε ορκίζω στον Θεόν τον ζώντα να μας είπης εάν συ είσαι ο Χριστός, ο Μεσσίας, ο Υιός του Θεού”. 64 Λεγει εις αυτόν ο Ιησούς· “το είπες συ, και όπως είπες είναι, ότι είμαι ο Χριστός, ο Υιός του Θεού· πλην όμως σας λέγω τούτο, από τώρα θα δήτε τον υιόν του ανθρώπου να κάθεται, ως Θεάνθρωπος που είναι, εκ δεξιών του παντοδυνάμου Θεού και να έρχεται επάνω εις τας νεφέλας του ουρανού”. 65 Τοτε ο αρχιερεύς, από αγανάκτησιν τάχα καληφθείς, έσχισε, σύμφωνα με την συνήθειαν που επικρατούσε, τα ενδύματά του λέγων ότι “ο Χριστός εβλασφήμησε. Τι μας χρειάζονται πλέον οι μάρτυρες; Ιδού όλοι σας ηκούσατε την βλασφημίαν του. 66 Λοιπόν τι γνώμην έχετε;” Εκείνοι δε αποκριθέντες όλοι μαζή είπαν· “είναι ένοχος να καταδικασθή εις θάνατον”. 67 Τοτε έπτυσαν αυτόν στο πρόσωπον και τον εκτύπησαν στον τράχηλον, άλλοι δε τον ερράπισαν 68 λέγοντες· “προφήτευσε σε μας, Χριστέ, ποιός είναι εκείνος που σε κτύπησε;” 69 Ο δε Πετρος εκάθητο έξω εις την αυλήν και τον επλησίασε εκεί μία μικρά δούλη, η οποία του είπε· “και συ ήσουν μαζή με τον Ιησούν τον Γαλιλαίον”. 70 Αυτός δε ηρνήθη εμπρός εις όλους εκείνους λέγων· “δεν ξέρω τι λες”. 71 Οταν δε εξήλθε εις την θολωτήν μεγάλην πόρτα της αυλής, τον είδε μία άλλη δούλη και είπεν εις αυτούς· “εκεί και αυτός ήτο μαζή με τον Ιησούν τον Ναζωραίον”. 72 Και πάλιν ηρνήθη με όρκον ότι “δεν γνωρίζω τον άνθρωπον”. 73 Επειτα από ολίγον επλησίασαν τον Πετρον εκείνοι, που εστέκοντο εις την αυλήν και του είπαν· “χωρίς αμφιβολίαν και συ είσαι ένας από αυτούς, διότι και η προφορά σου σε φανερώνει”. 74 Τοτε ήρχισε αυτός να καταριέται και να ορκίζεται ότι· “δεν γνωρίζω τον άνθρωπον”. Και αμέσως ελάλησε ο πετεινός. 75 Τοτε εθυμήθηκε ο Πετρος τον λόγον του Ιησού, ο όποιος του είχε πη· “πριν αλέκτωρ λαλήσει τρεις φορές συ θα με απαρνηθής”. Και εξελθών έξω από την αυλήν έκλαυσε πικρά δια το βαρύ αμάρτημά του.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΖ´ 1 – 5
1 Οταν δε έγινε πρωϊ έκαμαν συμβούλιον όλοι οι πρεσβύτεροι του λαού εναντίον του Ιησού, δια να εύρουν αιτίαν, ώστε να τον θανατώσουν. 2 Και αφού τον έδεσαν, τον έσυραν από εκεί και τον παρέδωσαν στον Ποντιον Πιλάτον, τον Ρωμαίον ηγεμόνα. 3 Τοτε ο Ιούδας, ο οποίος τον είχε παραδώσει, όταν είδε ότι ο Ιησούς κατεδικάσθη από το συνέδριον, κατελήφθη από μεταμέλειαν (όχι όμως από πραγματικήν μετάνοιαν, που θα τον οδηγούσε πλησίον του Χριστού) και σαν να ησθάνετο αβάστακτον βάρος δια τα τριάκοντα αργύρια, τα έδωσε πίσω στους αρχιερείς και πρεσβυτέρους 4 λέγων· “ημάρτησα, διότι παρέδωσα αίμα αθώον”. Εκείνοι δε είπον· “και τι μας μέλει εμάς; Συ θα δώσης λόγον δι’ αυτό”. 5 Και αφού έριψεν με αγανάκτησιν τα αργύρια στον ναόν, έφυγε απελπισμένος και επήγε και εκρεμάσθη.