Παράκληση εις τον Άγιο Δημήτριο τον Μυροβλύτη

Παρακολουθήστε στο παρακάτω βίντεο τον Παρακλητικό Κανόνα του Αγίου Δημητρίου του Μυροβλύτου, ο οποίος διαβάζεται το απόγευμα στους Ιερούς Ναούς την ημέρα εορτής του Αγίου Δημητρίου του Μυροβλύτου ή σε κάθε άλλη περίσταση.

Ο Άγιος Δημήτριος ο Μυροβλύτης εορτάζει 26 Οκτωβρίου.

Ο Ιερεύς: Ευλογητός ο Θεός ημών πάντοτε, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.
Ο Αναγνώστης: Αμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σου καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν έπ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου άπ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος ά΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τά έθνη εκύκλωσαν μέ, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ. Ο υψωθείς εν τώ Σταυρώ
Ως τού Σωτήρος ευκλεής Αθλοφόρος, καί ευσεβούντων βοηθός καί προστάτης, Μεγαλομάρτυς Άγιε Δημήτριε, λύτρωσαι τήν πόλιν σου, συμφορών καί κινδύνων, δίδου δέ τοίς σπεύδουσι, τή πανσέπτω σορώ σου, αμαρτημάτων λύσιν καί παθών, ταίς πρός Θεόν, ευπροσδέκτοις πρεσβείαις σου.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Ου σιωπήσομεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλείν οι αναξιοι ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ημας ερρύσατο, εκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν έως νύν ελευθέρους ουκ αποστώμεν Δέσποινα εκ σού σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)
Ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μουεπί πλείον πλύνον μέ από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω, καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοί αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου.

Μή απορρίψης μέ από τού προσώπου σου καί τό πνεύμά σου τό άγιον μή αντανέλης άπ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξον μέ. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μουαγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα άνολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους.

Ωδή ά. Ήχος πλ. δ. Υγράν διοδεύσας
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Ισχύϊ αθλήσας τή θεϊκή, Δημήτριε Μάρτυς, ισχύν δίδου κατά παθών, τή σή αντιλήψει Αθλοφόρε, τοίς τή θερμή προσίουσι πρεσβεία σου.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Θαυμάτων παράδοξα ενεργών, λυτρούσαι κινδύνων, καί παντοίων επιφορών, Δημήτριε Μάρτυς τού Κυρίου, τούς προσίοντας πιστώς τή πρεσβεία σου.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ιλέωσαι Μάρτυς ως συμπαθής, Χριστόν τόν Σωτήρα, ως άν εύρωμεν ιλασμόν, καί λύσιν παθών τέ καί πταισμάτων, οι σέ προστάτην πλουτούντες Δημήτριε.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Μαρία Παρθένε η εν σαρκί, Θεόν τετοκυία, τής σαρκός μου τάς χαλεπάς, ίασαι οδύνας καί ψυχής μου, τήν σκοτομήνην φωτί σου διαλυσον.

Ωδή γ. Ουρανίας αψίδος
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Υπέρ πάντων δυσώπει, τόν ευμενή Κύριον, πάσης εκλυτρούσθαι ανάγκης, καί περιστάσεως, Μάρτυς Δημήτριε, τούς ακλινεί διανοία τώ ναώ σου σπεύδοντας, καί σέ γεραίροντας.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Ρώσιν δίδου σωμάτων, καί τών ψυχών ίασιν, καί πολυειδών συμπτώματων, τήν απολύτρωσιν, Μάρτυς Δημήτριε, ταίς πρός Χριστόν ικεσίαις, τοίς θερμώς προστρέχουσι τή προστασία σου.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Οι τώ θείω ναώ σου, μετά σπουδής σπεύδοντες, πάσης λυτρωθείημεν βλάβης, τού πολεμήτορος, Μάρτυς Δημήτριε, καί θεϊκής ευσπλαχνίας, τύχοιμεν πρεσβείαις σου, αξιοθαύμαστε.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Χορηγόν του ελέους, καί οικτιρμών πέλαγος, τόν Δημιουργόν τών απάντων, Παρθένε τέξασα, δί αγαθότητα, ημάς οικτείρησον πάντας, τούς τόν ανερμήνευτον, υμνούντας τόκον σου.
Διασωσον Μεγαλομάρτυς Δημήτριε σαίς πρεσβείαις, πάσης βλάβης καί θλιβερών περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.
Επιβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε επί τήν εμήν χαλεπήν του σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

Αίτησις καί τό Κάθισμα.
Ήχος β. Πρεσβεία θερμή.
Προστάτης θερμός, Θεσσαλονίκης πέφηνας, εκ πάσης οργής, καί θλίψεως ρυόμενος, Δημήτριε πανεύφημε, τούς θερμώς εκβόωντας εκ πίστεως. Επερχομένων ημάς συμφορών, ατρώτους διάσωζε δεόμεθα.

Ωδή δ. Εισακήκοα Κύριε.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Επιφάνηθι Άγιε, αοράτως ταύτη τή κληρουχία σου, καί τήν λύπην διασκέδασον, τήν νύν κατασχούσαν τάς ψυχάς ημών.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Υπερήφανον δράκοντα, καθημών τά χείρονα τεκταινόμενον, κατασύντριψον Δημήτριε, τή κραταιοτάτη προστασία σου.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Μή ελλείπης λυτρούμενος πάσης δυσχερείας ταύτην τήν πόλιν σου, ως ερρύσω ταύτην Άγιε, απειλής σεισμού καί ολεθρεύσεως.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Ως τεκούσα εν σώματι, τόν Δημιουργόν Παρθένε τής κτίσεως, καθικέτευε δεόμεθα, πάσης ημάς ρύεσθαι κακώσεως.

Ωδή ε. Φώτισον ημάς.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών
Νόσων καί παθών, απολύτρωσαι Δημήτριε, τούς προσπίπτοντας τή θεία σου σορώ, εξ ής ρέει Παρακλήτου χάρις άφθονος.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών
Ήθλησας στερρώς, καί ηγίασας τήν πόλιν σου, ταίς τού αίματος καί μύρου προχοαίς, ήν καί νύν εκ πάσης ρύου Μάρτυς θλίψεως.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Μέγαν αρωγόν, καί προστάτην συμπαθέστατον, κεκτημένοι σέ οι Θεσσαλονικείς, κατά χρέος σέ γεραίρουσι Δημήτριε.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Άλυπον ημών, τήν ζωήν Παρθένε τήρησον, καί εκ πάσης αθυμίας τού εχθρού, τάς ψυχάς ημών απάλλαξον δεόμεθα.

Ωδή στ. Τήν δέησιν.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών
Σορός σου, Μεγαλομάρτυς η θεία, ώσπερ άλλο ιλαστήριον θείον, Θεσσαλονίκη τή πόλει σου ώφθη, αγιασμόν καί παθών απολύτρωσιν, καί ιλασμόν αμαρτιών, τοίς πιστοίς χορηγούσα Δημήτριε.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών
Σκανδάλων, καί νοσημάτων καί πόνων, καί σεισμού τής ολεθρίου μανίας, ταίς πρός Χριστόν ικεσίαις σου Μάρτυς, τήν κληρουχίαν σου άτρωτον φύλαττε, ότι τή σή διά παντός, προστασία προστρέχει Δημήτριε.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Κινδύνου, ως ελυτρώσω παμμάκαρ, εκ σεισμού τού βαρυτάτου λιταίς σου, Θεσσαλονίκην τήν πόλιν σου Μάρτυς, ούτως αυτήν αεί άτρωτον φύλαττε, επερχομένων συμφορών, παρρησίαν πλουτών πρός τόν Κύριον.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Ετέχθη, εκ τών αγνών σου αιμάτων, ο τό είναι δεδωκώς πάσι Κόρη, εκ τής φθοράς εξαιρούμενος πάντας, τούς προσκυνούντας τό μέγα μυστήριον, τού τοκετού σου τού φρικτού, Θεοτόκε Παρθένε Πανύμνητε.
Διασωσον Μεγαλομάρτυς Δημήτριε σαίς πρεσβείαις, πάσης βλάβης καί θλιβερών περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.
Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ εσχάτων τών ημερών τεκούσα, δυσώπησον ως έχουσαν Μητρικήν παρρησίαν.

Αίτησις καί τό Κοντάκιον
Ήχος β. Τοίς τών αιμάτων σου.
Πάλαι μέν μύρον ευώδες ανέβλυζεν, η σή σορός η αγία Δημήτριε νύν δέ παρέχει τήν χάριν τού Πνεύματος, τού εν αυτή ενοικούντος μακάριε, τοίς πίστει καί πόθω προστρέχουσι.

Προκείμενον.
Δίκαιος ως φοίνιξ ανθήσει, καί ωσεί κέδρος η εν τώ Λιβάνω πληθυμθήσεται
Στίχ. Θαυμαστός ο Θεός εν τοίς Αγίοις αυτού.

Ευαγγέλιον κατά Λουκάν (κά΄ 12-19)
Είπεν ο Κύριος τοίς εαυτού Μαθηταίς. Προσέχετε από τών ανθρώπων επιβαλούσι γάρ εφ υμάς τάς χείρας αυτών, καί διώξουσι, παραδίδοντες εις συναγωγάς καί φυλακάς, αγομένους επί βασιλείς καί ηγεμόνας, ένεκεν τού ονόματός μου. Αποβήσεται δέ υμίν εις μαρτύριον. Θέσθε ούν εις τάς καρδίας υμών, μή προμελετάν απολογηθήναι εγώ γάρ δώσω υμίν στόμα καί σοφίαν, η ού δυνήσονται αντειπείν, ουδέ αντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δέ καί υπό γονέων, καί αδελφών, καί συγγενών, καί φίλων, καί θανατώσουσιν εξ υμών. Καί έσεσθε μισούμενοι υπό πάντων διά τό όνομα μού καί θρίξ εκ τής κεφαλής υμών ου μή αποληται. Εν τή υπομονή υμών κτήσασθε τάς ψυχάς υμών.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ταίς τού Αθλοφόρου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Προσόμοιον.
Ήχος πλ. β. Όλην αποθέμενοι.
Στίχ. Ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου, εξάλειψον τό ανόμημά μου.

Όλη μετά πίστεως, τή σή θερμή προστασία, Άγιε Δημήτριε, σπεύδουσα η πόλις σου ανακράζει σοί. Ως ποτέ έσωσας, καί πολλάκις Μάρτυς, χαλεπών μέ περιστάσεων, ούτω διάσωσε, καί επερχομένων κακώσεων, λαόν σου τόν θεοφρονα, τόν ειλικρινώς πεποιθότα σοί, πταισμάτων τήν λύσιν, αιτούμενος ημίν παρά Χριστού, καί νοσημάτων τήν ίασιν, καί παθών εκλύτρωσιν.

Ο Ιερεύς.
Σώσον ο Θεός τόν λαόν σου καί ευλόγησον τήν κληρονομίαν σου επισκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς. Υψωσον κέρας Χριστιανών ορθοδόξων καί καταπεμψον εφ ημάς τά ελέη σου τά πλούσια πρεσβείαις τής παναχράντου Δεσποίνης ημών Θεοτόκου καί Αειπαρθένου Μαρίας δυνάμει τού Τιμίου καί Ζωοποιού Σταυρού προστασίαις τών τιμίων επουρανίων Δυνάμεων Ασωμάτων ικεσίαις τού Τιμίου καί Ενδόξου Προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου τών αγίων ενδόξων καί πανευφήμων Αποστόλων ών εν Αγίοις Πατέρων ημών, μεγάλων ιεραρχών καί οικουμενικών διδασκάλων Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου τού Ελεήμμονος, πατριαρχών Αλεξανδρείας.

Νικολάου τού εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, τών Θαυματουργών τών αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου τού Τροπαιοφόρου, Δημητρίου τού Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τών ιερομαρτύρων Χαραλάμπους καί Ελευθερίου, τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων. Τών οσίων καί θεοφόρων Πατέρων ημών. Τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Άννης. καί πάντων σου τών Αγίων. Ικετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Επάκουσον ημών τών αμαρτωλών δεομένων σου καί ελέησον ημάς.

Ωδή ζ. Οι εκ τής Ιουδαίας.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών
Πειρασμών αδοκήτων, καί σεισμών βαρυτάτων ημάς απάλλαξον, τή σή επιστασία, Δημήτριε τρισμάκαρ, τούς εν πίστει κραυγάζοντας ο τών Πατέρων ημών, Θεός ευλογητός ει.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών
Ως λειμών πανευώδης, η σορός τών λειψάνων σου πνέει πάντοτε, οσμήν αθανασίας, ημών τάς διανοίας, μυστικώς κατευφραίνουσιν, καί τό δυσώδες παθών, Δημήτριε σοβούσαν.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Νεκρωθείς τή κακία, τή θερμή σου πρεσβεία σπεύδω Δημήτριε, καί πίστει εκβοώ σοί. Νέκρωσον τών παθών μου, τά σκιρτήματα άπαντα, καί ζώωσόν μου τόν νούν, τή χάριτί σου Μάρτυς.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Γνώσει λάμπρυνον θεία, τόν αγνώμονα νούν μου Παρθένε Άχραντε, ως άν τής μετανοίας, πορεύσωμαι τάς τρίβους, καί ζωής τύχω κρείττονος, ο καταφεύγων Αγνή, τή κραταιά
σου σκέπη.

Ωδή η. Τόν Βασιλέα.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Έχει σέ πόλις, Θεσσαλονίκη προστάτην, διά τούτο σου Δημήτριε κηρύττει, τάς ευεργεσίας, καί χάριτος τόν πλούτον.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Ρύου απαύστως, επιφορών καί κινδύνων, τούς προστρέχοντας τοίς θείοις σου Λειψάνοις, καί τήν σήν πρεσβείαν, Δημήτριε ζητούντας.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Αΰλου μύρου, τή μυστική ευωδία, τών παθών ημών τήν δυσωδίαν λύσον, ίνα σέ τιμώμεν, Δημήτριε παμμάκαρ.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Σύ ει Παρθένε, ως τού Θεού ημών Μήτηρ, καταφύγιον καί λύτρον εν αναγκαις, τών υπερυψούντων, τόν άφραστόν σου τόκον.

Ωδή θ. Κυρίως Θεοτόκον.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Ιάσεις αναβλύζει, η σεπτή σορός σου, τή επομβρία του Πνεύματος Άγιε, τοίς αδιστάκτω καρδία σέ μεγαλύνουσι.
Άγιέ του Θεού πρέσβευε υπέρ ημών.
Μαστίγων ολεθρίων, καί σεισμού μανίας, Θεσσαλονίκην τήν πόλιν σου φύλαττε, Μεγαλομάρτυς Δημήτριε ευφημούσαν σέ.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Οι πίστει προσιόντες, τή σεπτή σορώ σου, επηρειών χαλεπών απαλλάττονται, καί κατά χρέος Δημήτριε ανυμνούσι σέ.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον
Υψίστου η καθέδρα, Κεχαριτωμένη, τήν πεπτωκυίαν ψυχήν μου τοίς πάθεσι, πρός πολιτείας αγίας ύψωσον έλλαμψιν.

Τό Άξιόν εστι καί τά Μεγαλυνάρια
Άξιον εστιν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον, καί Μητέρα τού Θεού ημών.
Τήν τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Χαίροις τών Μαρτύρων η καλλονή, καί Θεσσαλονίκης, πολιούχος ο ευκλεής χαίροις Μυροβλύτα, Δημήτριε παμμάκαρ ημών πρός τόν Σωτήρα, πρέσβυς θερμοτατος.
Δέδεκται εν κόλποις τήν ιεράν, σορόν σου παμμάκαρ, ως ουράνιον θησαυρόν, η Θεσσαλονίκη, ής πάλαι εστερήθη, καί πόθω ευφημεί σέ Μάρτυς Δημήτριε.
Λύτρωσαι κινδύνων παντοδαπών, Δημήτριε Μάρτυς, καί παντοίων δυσχερειών, τούς τήν σήν πρεσβείαν, από ψυχής αιτούντας, καί τή σεπτή σορώ σου, πίστει προσπίπτοντας.
Ως ερρύσω Μάρτυς φθοράς σεισμού, τήν Θεσσαλονίκην, τή θερμή σου επισκοπή, ούτω ταύτην ρύου, καί πάσαν τήν Ελλάδα, επερχομένων πόνων, καί περιστάσεων.
Μύρου ευωδία τού νοητού, Μυροβλύτα Μάρτυς, αποδίωξον αφ ημών, παθών ακαθάρτων, τήν δυσωδίαν θάττον, καί τών πταισμάτων αίτει, ημίν τήν άφεσιν.
Ίδε τούς εστώτας πανευλαβώς, τή σεπτή σορώ σου, Μυροβλύτα Μάρτυς σοφέ καί άπασι δίδου, τάς σωτηρίους δόσεις, τήν καθ ημών μανίαν, λύων τού δράκοντος.
Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.

Τό Τρισάγιον, τά συνήθη τροπάρια, εκτενής καί απόλυσις, μεθ ήν τό εξής:
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Απολυτίκιον Ήχος γ.
Μέγαν εύρατο εν τοίς κινδύνοις, σέ υπέρμαχον η οικουμένη, αθλοφόρε τά έθνη τροπούμενον. Ως ούν Λυαίου καθείλες τήν έπαρσιν, εν τώ σταδίω θαρρύνας τόν Νέστορα, ούτως άγιε Μεγαλομάρτυς Δημήτριε, Χριστόν τόν Θεόν ικέτευε, δωρήσασθαι ημίν τό μέγα έλεος.

Η Αίτησις ιερέως
Ήχος β. Ότε εκ τού ξύλου.

Πάντας τούς προσπίπτοντας πιστώς, τοίς σοίς μυριπνόοις λειψάνοις, καί δυσωπούντες σέ, Άγιε Δημήτριε, Μεγαλομάρτυς Χριστού, ρύσαι πάσης κακώσεως, σεισμού τέ ανάγκης, καί παντοίων θλίψεων, ψυχής καί σώματος, έχων πρός Χριστόν παρρησίαν, καί πληρών αεί τάς αιτήσεις, τών ειλικρινώς μακαριζόντων σέ.

Ήχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Ήχος β΄.
Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον μέ υπό τήν σκέπην σου.

Ο Ιερεύς: Δί ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.