Η Πατριαρχική Πράξη αγιοκατατάξεως του Γέροντος Ιερωνύμου του Σιμωνοπετρίτου

Loading...


: Διαβάστηκε στις 28 Δεκεμβρίου, με το παλιό ημερολόγιο, ημέρα κατά την οποία πανηγυρίζει η Ιερά Μονή Σίμωνος Πέτρας, η Πατριαρχική και Συνοδική πράξη αναγραφής στο Αγιολόγιο της Εκκλησίας του νέου Οσίου, Ιερωνύμου του Σιμωνοπετρίτου.

Του Γιάννη Παπανικολάου

Η Πράξη διαβάστηκε από τον Καθηγούμενο της Μονής Αρχιμανδριτη Ελισαίο στην θεία Λειτουργία, μετά το Ευαγγέλιο.
Διαβάστε την Πράξη:

«Τούς ἐπ’ ὤμων ἄραντας τόν τοῦ Κυρίου σωτήριον Σταυρόν καί τρόπαιον νίκης κατά τοῦ κοσμοκράτορος τοῦ αἰῶνος τούτου λαμπρῶς ἐνστησαμένους, τό τε ἆθλον τῆς ἀρετῆς γενναίως ἐναγωνισαμένους, ἐν ὁσιότητι μέν καί ἁγιότητι διαπρέψαντας καί τό τοῦ βίου πέλαγος θεοφιλῶς διαπεράσαντας, ἀλλά δή καί ἐν αὐτῷ, ἐν τῇ διακονίᾳ καί ἀγάπῃ πρός τόν Θεόν καί τόν πλησίον, ἔργῳ καί λόγῳ, ἑαυτούς καταναλώσαντας, ζῶντας δέ καί μετά τήν ἐκεῖσε ἀποδημίαν σημείοις καί θαύμασι παρά Θεοῦ μαρτυρηθέντας, ὁσίαις μνήμαις, ὕμνοις ἐσαεί ἐγκωμίων τιμᾶν οἱ πάντες ὀφείλομεν,εὐλαβεῖσθαι δέ καί γεραίρειν φαιδρῶς αὐτούς ἐν ἐτησίαις ἑορταῖς καί συνάξεσι, ὡς τόν τῆς ὑπομονῆς καί καρτερίας στέφανον θεόθεν ἀναδησαμένους· ἐν γάρ τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν, Χριστός φησίν, ἡ ἀλήθεια·συντάττειν δέ· κατά τό ἀρχαῖον, κανονικόν καί ἀπαραίτητον τῆς Ἐκκλησίας ἔθος· τῷ χορῷ καί καταλόγῳ τῶν ὁσίως καί εὐκλεῶς ὑπό τῆς Ἐκκλησίας τό εὐαγές καρπουμένωνμνημόσυνον καί τήν τούτων πρός Κύριον ἐπικαλεῖσθαι εὐπρόσδεκτον μεσιτείαν.

Ἐπειδή τοίνυν τοιούτοις ἐξόχοις ἀρεταῖς καί κατορθώμασι διακέκριται καί ἐν τῷ βίῳ αὐτοῦ κατεδείχθη πολιτευόμενος ὁ ἐκ τῆς περιοχῆς Κρήνης Μικρᾶς Ἀσίας ὁρμώμενος καί ἐν τῇ Ἱερᾷ Βασιλικῇ, Πατριαρχικῇ καί Σταυροπηγιακῇ Μονῇ Σίμωνος Πέτρας τοῦ Ἁγιωνύμου Ὄρους ἐπί τεσσαράκοντα καί τρία ἔτη ἐγκαταβιώσας, τόν μονήρη τῆς πολυπόνου ἀσκήσεως βίον ἐν αὐτῇ μετελθών καί τῆς ἱερωσύνης τήν χάριν δεξάμενος,ἀοίδιμος Ἱερομόναχος Ἱερώνυμος, ἀκολούθως δέΚαθηγούμενος καί γνήσιος ποιμήν τῆς ἀδελφότητος αὐτοῦ χρηματίσας, εἶτα δέ καί Οἰκονόμος τοῦ ἐν Ἀθήναις καθ’ ἡμᾶς Ἱεροῦ Μετοχίου τῆς ἐξονομασθείσης ὡς ἄνω Ἱερᾶς Μονῆς ἐπ’ ὀνόματι τῆς θείας Ἀναλήψεως διατελέσας, πνευματικός πατήρ καί παρηγορητής ἐν ταπεινώσει, ἐγκρατείᾳ καί πολλαῖς ἀγαθοεργίαις ἐν αὐτῷ ἀναδειχθείς, διδάσκων καί ἐπιστηρίζωνἐκεῖσε συμπαθῶς πλήθη προσερχομένων πιστῶν καί ἐκ τῆς ὅλης περιχώρου Ἀττικῆς γῆς καί εὐρύτερον, ἔνθα καί, ἐν εἰρήνῃ τελειωθείς τῇ ς´ Ἰανουαρίου τοῦ χιλιοστοῦἐνακοσιοστοῦ πεντηκοστοῦ ἑβδόμου σωτηρίου ἔτους, ἐν τῇ μεγάλῃ καί δεσποτικῇ τῶν Θεοφανείων ἡμέρᾳ, τῇ ἑπομένῃ ἐτάφη, περί ὧν δι’ ἀναφορᾶς αὐτοῦ πρός τήν Μεγάλην Ἐκκλησίαν διεξοδικῶς ὑπέβαλε καί ἐβεβαιώσατο ὁ Ὁσιολογιώτατος Καθηγούμενος τῆς ἐν Ἁγίῳ Ὄρει Ἱερᾶς καίΣεβασμίας Μονῆς Σίμωνος Πέτρας Ἀρχιμανδρίτης κύριος Ἐλισαῖος καί οἱ σύν αὐτῷ ἐν Χριστῷ ἀδελφοί, προσενεγκώνκαί πλήρη σχετικόν φάκελλον μεθ’ ἱκανοῦ ἀριθμοῦἐνυπογράφων ἐπιστολῶν καί ἀξιοπίστων μαρτυριῶν, ὡς καί λοιπῶν τεκμηρίων, ἐπιμαρτυρούντων ἀριδήλως καί καταδεικνυόντων τοῦ ὁσίου καί θεοφόρου τούτου Πατρός Ἱερωνύμου τόν ὑψηλόν βίον καί τάς ἐνθέους πράξεις, ὡς ἀνδρός τά μάλιστα κατ’ ἀρετήν πολλούς ὑπερελάσαντος καί θείων δωρεῶν, δαψιλείᾳ χάριτος, εὐπορήσαντος, τό τε διορατικόν καί προορατικόν χάρισμα ἐκ περιουσίας καταπλουτίσαντος καί ἐν παντί τήν στενήν καί ἐπίπονον μοναχικήν τρίβον ἄχρι τέλους θεαρέστως βαδίσαντος,συνυποβάλλων καί τήν ἀδιάσειστον πλέον ἀποβᾶσαν καί διαμένουσαν πεποίθησιν καί πίστιν, οὐ μόνον παρά τοῖς ἐν τῷ Ἁγιωνύμῳ Ὄρει μονασταῖς, ἀλλά δή καί παρά τῷ χριστωνύμῳ πληρώματι, τῷ κυκλοῦντι τό καθ᾽ ἡμᾶς ἐν Ἀθήναις ὡς ἄνω Ἱερόν τῆς Μονῆς Μετόχιον τῆς Ἀναλήψεως καί πολύ πέραν αὐτοῦ, τοῖς κατοικοῦσι ἐν τῷ τῆς Ἀττικῆς Λεκανοπεδίῳ καί ἐν Ἑλλάδι εὐρύτερον ὀρθοδόξοις χριστιανοῖς, περί τῆς ἁγιότητοςτοῦ ὁσίου τούτου ἀνδρός, ὡς καί τήν κοινήν ἁπάντωνἐπιθυμίαν τε καί παράκλησιν περί κατατάξεως αὐτοῦ ἐν τῇ χορείᾳ τῶν τῆς Ἐκκλησίας Ἁγίων·

Ἡ Μετριότης ἡμῶν μετά τῶν περί ἡμᾶς Ἱερωτάτων Μητροπολιτῶν καί Ὑπερτίμων, τῶν ἐν Ἁγίῳ Πνεύματι ἀγαπητῶν ἡμῖν ἀδελφῶν καί συλλειτουργῶν ἐκ τοῦ ὑπό τῆς Ἱερᾶς καί Σεβασμίας Μονῆς Σίμωνος Πέτρας ὑποβληθέντος φακέλλου, καί σχετικῆς ἅμα ἐκθέσεως τῆς παρ’ ἡμῖν Κανονικῆς Ἐπιτροπῆς, ἐν βεβαιότητι γνόντες τόν ἅγιον βίον καί τήν μακαρίαν καί ἁγίαν τελευτήν τοῦ ὁσίου Γέροντος Ἱερωνύμου τοῦ Σιμωνοπετρίτου καί Συνοδικῶς διασκεψάμενοι, ἔγνωμεν, συνῳδά τοῖς πρό ἡμῶν ἁγίοιςΠατράσι τῷ κοινῷ τῆς Ἐκκλησίας ἔθει κατακολουθοῦντες, τήν προσήκουσαν τοῖς θείοις ἀνδράσιν ἀπονεῖμαι αὐτῷ τιμήν, τήν ἐκ τούτου καί τῶν πιστῶν ὠφέλειαν, ἐν ταυτῷ, προνοούμενοι.

Διό καί θεσπίζομεν Συνοδικῶς καί διοριζόμεθα καί ἐν Ἁγίῳ διακελευόμεθα Πνεύματι ὅπως, ἀπό τοῦ νῦν καί εἰς τό ἑξῆς, εἰς αἰῶνα τόν ἅπαντα, ὁ ὅσιος Γέρων Ἱερώνυμος ὁ Σιμωνοπετρίτης, συναριθμῆται τοῖς ὁσίοις καί ἁγίοις τῆς Ἐκκλησίας, ἐν ἐτησίοις ἱεροτελεστίαις παρά τῶν πιστῶν τιμώμενος καί ὕμνοις ἐγκωμίων ἐσαεί μετά πάσης εὐλαβείας ἐν ὡρισμένῃ εὐσήμῳ ἡμέρᾳ γεραιρόμενος, ἤτοι τῇ θ΄ τοῦ μηνός Μαΐου, ἡμέρᾳ ἐν ᾗ συνέφθασε καί ἡ ἀνακομιδή καί πρώτη προσκύνησις τοῦ τιμίου αὐτοῦ λειψάνου, μέχρι τερμάτων αἰώνων, τῆς ἁγίας μνήμης αὐτοῦ παρ’ οὐδενός διασειομένης ἤ κωλυομένης τό σύνολον.

Ὅθεν, εἰς ἔνδειξιν τούτου καί βεβαίωσιν ἐγένετο καί ἡ παροῦσα Πατριαρχική ἡμῶν καί Συνοδική Πρᾶξις, καταστρωθεῖσα μέν καί ὑπογραφεῖσα ἐν τῷδε τῷ ἱερῷ Κώδικι τῆς καθ’ ἡμᾶς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας ἐν ἴσῳ δέ καί ἀπαραλλάκτῳ ἀποσταλεῖσα τῇ ἐν Ἄθωνι Ἱερᾷ Βασιλικῇ,Πατριαρχικῇ καί Σταυροπηγιακῇ Μονῇ Σίμωνος Πέτρας, καθώς καί δι᾽ αὐτῆς τῷ καθ’ ἡμᾶς ὡς ἄνω Ἱερῷ Μετοχίῳ τῆς θείας Ἀναλήψεως ἐν Βύρωνι Ἀθηνῶν, ἔνθα καί ὁ τάφος τοῦ ἁγίου τούτου ἀνδρός εὕρηται καί ἡ τιμή καί ἡ μνήμη αὐτοῦ ἀειθαλής καί ἄσβεστος τηρεῖται, πρός ἐπ᾽ἐκκλησίας ἀνάγνωσιν καί κατάθεσιν εἶτα ἐν τοῖς Ἀρχείοις αὐτῶν.

Ἐν ἔτει σωτηρίῳ ͵βιθ΄, κατά μῆνα Νοέμβριον κζ´

Ἐπινεμήσεως ΙΓ´

† Ὁ Κωνσταντινουπόλεως Βαρθολομαῖος ἀποφαίνεται

+ ὁ Ἀγκύρας Ἱερεμίας​​​​+ ὁ Καναδᾶ Σωτήριος

+ ὁ Κρήτης Εἰρηναῖος​​​​+ ὁ Ἀνέων Μακάριος

+ ὁ Λαοδικείας Θεοδώρητος​​​​+ ὁ Γορτύνης καί Ἀρκαδίας Μακάριος

+ ὁ Βελγίου Ἀθηναγόρας​​​​+ ὁ Γάνου καί Χώρας Ἀμφιλόχιος

+ ὁ Κυδωνίας καί Ἀποκορώνου Δαμασκηνός​+ ὁ Κώου καί Νισύρου Ναθαναήλ

+ ὁ Κυδωνιῶν Ἀθηναγόρας​​​​+ ὁ Νέας Ζηλανδίας Μύρων»

  • Διαβάστε όλες τις ειδήσεις  και τα εκκλησιαστικά ΝΕΑ από το vimaorthodoxias.gr







  • Ορθοδοξία : Όλα τα ΝΕΑ για τις μητροπόλεις

    Επικαιρότητα ΕΔΩ 

    Εορτολόγιο : Γιορτή σήμερα - Όλες οι γιορτές

    Όλες οι προσευχές : Προσευχή 

     
  • tilegrafima.gr