ΠΑΝΤΩΝ ΠΡΟΣΤΑΤΕΥΕΙΣ ΑΓΑΘΗ… (Ύμνοι στη Θεοτόκο μας)

Loading...


Πάντων προστατεύεις Αγαθή,
των καταφευγόντων εν πίστει τη κραταιά σου χειρί.
άλλην γαρ ουκ έχομεν, αμαρτωλοί προς Θεόν,
εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν,
οι κατακαμπτόμενοι, υπό πταισμάτων πολλών,
Μήτερ του Θεού του Υψίστου. όθεν σοι προσπίπτομεν.
ρύσαι, πάσης περιστάσεως τους δούλους σου.

Δέσποινα, πρόσδεξε τας δεήσεις των δούλων σου και λύτρωσε ημάς από πάσης ανάγκης και θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εκ παντοίων κινδύνων τούς δούλους σου φύλαττε, ευλογημένη Θεοτόκε, ίνα σε δοξάζωμεν, τήν ελπίδα τών ψυχών ημών.

Τη πρεσβεία, Κύριε, πάντων των Αγίων και της Θεοτόκου την σην ειρήνην δος ημίν και ελέησον ημάς ως μόνος οικτίρμων.

Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.
Αμήν.

{youtube}LphSntuxn4w{/youtube}

Επιμέλεια: Κυριάκος Διαμαντόπουλος