Άγιος Νεκτάριος Πενταπόλεως: Ο Παρακλητικός Κανών του Θαυματουργού Αγίου

Ο Παρακλητικός Κανών του Θαυματουργού Αγίου

Ευλογήσαντος του ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ (142) Ψαλμόν.

Κύριε εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία Σου, εισάκουσον μου εν τή δικαιοσύνη Σου καί μή εισέλθης εις κρίσιν μετά τού δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου, πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος καί ηκηδίασεν επ εμέ τό πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις Σου, εν ποιήμασι τών χειρών Σου εμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, η ψυχή μου ως γή άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμα μου. Μή αποστρέψης τό πρόσωπόν Σου απ εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου τό πρωΐ τό έλεός Σου, ότι επί Σοί ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν ή πορεύσομαι, ότι πρός Σέ ήρα τήν ψυχήν μου. Εξελού με εκ τών εχθρών μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά Σου, ότι Σύ εί ο Θεός μου. Τό Πνεύμα Σου τό αγαθόν οδηγήσει με εν γή ευθεία, ένεκεν τού ονόματός Σου, Κύριε, ζήσεις με. Εν τή δικαιοσύνη Σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει Σου εξολοθρεύσεις τούς εχθρούς μου. Καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Θεός Κύριος καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος ά΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. β. Πάντα τά έθνη εκύκλωσάν με καί τό ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. γ. Παρά Κυρίου εγένετο αύτη καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα Τροπάρια

Ήχος δ΄. Ο υψωθείς εν τώ σταυρώ.
Τώ Ιεράρχη τού Χριστού Νεκταρίω, τώ δοξασθέντι δωρεαίς ουρανίαις, προσπέσωμεν κραυγάζοντες εκ βάθους ψυχής άγιε Νεκτάριε, Ορθοδόξων προστάτα, πάσης ημάς λύτρωσαι, συμφοράς καί ανάγκης, καί πειρασμών καί νόσων χαλεπών, τούς καταφεύγοντας, Πάτερ, τή σκέπη σου.

Δόξα.
Ως ειληφώς παρά Θεού εξουσίαν, τού θεραπεύειν τάς δεινάς καχεξίας, τών προσιόντων, Πάτερ, τοίς λειψάνοις σου, ίασαι δεόμεθα, τούς δεινώς θλιβομένους, νόσοις καί παθήμασι, καί πικραίς αλγηδόσι, καί εν ειρήνη φύλαττε ημάς, ταίς σαίς πρεσβείαις, Νεκτάριε Όσιε.

Καί νύν. Θεοτοκίον.
Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλείν οι ανάξιοι ει μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ Σού Σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ν΄ (50) Ψαλμός.
Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλήθος τών οικτιρμών Σου, εξάλειψον τό ανόμημά μου. Επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με. Ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν Σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις Σου καί νικήσης εν τώ κρίνεσθαί Σε. Ιδού γάρ εν ανομίαις συνελήφθην καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια τής σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω καί καθαρισθήσομαι, πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον τό πρόσωπόν Σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης με από τού προσώπου Σου καί τό Πνεύμα Σου τό Άγιον μή αντανέλης απ εμού. Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου Σου καί πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τάς οδούς Σου καί ασεβείς επί σέ επιστρέψουσιν. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία Σου τήν Σιών καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριόν Σου μόσχους.

Είτα ο Κανών, ού η ακροστιχίς:
Παθών Νεκτάριε ημάς ρύσαι, Γερασίμου.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Πληγείς τή κακία τού δυσμενούς, τή σή αντιλήψει, καταφεύγω αναβοών ειρήνευσον, Πάτερ, τήν ζωήν μου, καί τήν κατ άμφω υγείαν μοι δώρησαι.

Αγίως ανύσας σου τήν ζωήν, αεί αγιάζεις καί λυτρούσαι παντός κακού, Νεκτάριε Πάτερ θεοφόρε, τούς προσιόντας τοίς θείοις λειψάνοις σου.

Θαυμάτων δυνάμεις ως ενεργών, θεράπευσον, Πάτερ, ασθενείας οδυνηράς, τών τήν σήν βοήθειαν ζητούντων, θαυματουργέ Ιεράρχα Νεκτάριε.

Θεοτοκίον.
Ως Μήτηρ φιλεύσπλαγχνος τού Θεού, φιλάγαθε Κόρη, ευσπλαγχνίσθητι επ εμοί, καί βλάβης με πάσης καί μανίας, τού αοράτου απάλλαξον όφεως.

Ωδή γ΄. Ουρανίας αψίδος.
Νοσημάτων παντοίων καί χαλεπών θλίψεων, καί επηρειών ολεθρίων καί επιθέσεων, τού αρχεκάκου εχθρού, ως συμπαθής Ιεράρχης, ασινείς διάσωζε τούς σέ γεραίροντας.

Νέκταρ άϋλον θείον, τής θεϊκής χάριτος, ής παρά Θεού εκομίσω βλύζει εκάστοτε, η θεία κάρα σου, καί τών παθών τήν πικρίαν, απελαύνει, Άγιε, εκ τών ψυχών ημών.

Εν οδύναις καί πόνοις καί θλιβεραίς μάστιξι, Πάτερ, τήν ζωήν μου ανύων, πρός σέ κατέφυγον μή ούν παρίδης με, αλλά τή σή επισκέψει, εκ τών συνεχόντων με δεινών απάλλαξον.

Θεοτοκίον.
Καταφύγιον κόσμου καί αρραγές στήριγμα, Κεχαριτωμένη Παρθένε, τούς καταφεύγοντας, υπό τήν σκέπην Σου, τών πολυπλόκων σκανδάλων, τού δολίου δράκοντος, σκέπε καί φύλαττε.

Διάσωσον, εκ πάσης βλάβης καί θλίψεως, Ιεράρχα, τούς εν πίστει τή σή πρεσβεία προστρέχοντας, καί σέ τιμώντας, Νεκτάριε θεοφόρε.

Επίβλεψον, εν ευμενεία Πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

Αίτησις καί τό Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Πηγή δαψιλής, ιάσεων εν Πνεύματι, εδείχθη, σοφέ, η θήκη τών λειψάνων σου ιάται γάρ τούς πάσχοντας καί υγείαν καί ρώσιν χαρίζεται, τοίς προσιούσιν εν πίστει θερμή, Νεκτάριε Πάτερ ιερώτατε.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Τήν Μονήν σου, Νεκτάριε, πάσης επηρείας ανεπηρέαστον, τού δολίου πολεμήτορος, Πάτερ, διατήρει τή σή χάριτι.

Ασθενείς τούς προστρέχοντας, Πάτερ, πανταχόθεν τή θεία μάνδρα σου, θεραπείας καταξίωσον, καί τήν λύπην τούτων διασκέδασον.

Ρώσιν δίδου καί ίασιν, τήν κατά ψυχήν καί σώμα, Νεκτάριε, καί πταισμάτων απολύτρωσιν, τοίς ειλικρινώς σε μακαρίζουσι.

Θεοτοκίον.
Ίθυνόν με, Πανάμωμε, πρός τής μετανοίας οδόν σωτήριον, καί παθών μου τά σκιρτήματα, νέκρωσον εις τέλος καί αφάνισον.

Ωδή ε΄. Φώτισον ημάς.
Εύρέ σε θερμόν, αντιλήπτορα η Αίγινα, διά τούτο σου τή χάριτι αεί, καταφεύγει καί λυτρούται πάσης θλίψεως.

Ήρεμον ζωήν, διανύειν καί ατάραχον, από πάσης τού εχθρού επιβουλής, καταξίωσον ημάς, Πάτερ Νεκτάριε.

Μέγαν σέ φρουρόν, καί προστάτην, Πάτερ Όσιε, κεκτημένη η Μονή σου η σεπτή, εγκαυχάται τή ταχεία αντιλήψει σου.

Θεοτοκίον.
Άχραντε Αγνή, τού Θεού Μήτερ απείρανδρε, τούς ελπίζοντας τή σκέπη Σου αεί, ανωτέρους πάσης βλάβης διατήρησον.

Ωδή στ΄. Τήν δέησιν εκχεώ.
Σωμάτων, καί τών ψυχών τάς οδύνας, επικούφισον, Νεκτάριε Πάτερ, τών πρός τήν σήν αφορώντων πρεσβείαν, καί τάς καρδίας ημών χαράς πλήρωσον, καί αθυμίας χαλεπής, εξ ημών τήν ομίχλην διάλυσον.

Ρυσθήναι, πειρατηρίων παντοίων, καί σκανδάλων τού εχθρού ολεθρίων, καί αναγκών καί στενώσεων πλείστων, τόν Πανοικτίρμονα Λόγον ικέτευε, Νεκτάριε θαυματουργέ, τούς προστρέχοντας πίστει τή σκέπη σου.

Υψόθεν, ως συμπαθής εποπτεύων, καί απαύστως προστατεύων μή παύση, τής ιεράς σου Μονής, θεοφόρε, τής κεκτημένης ως μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, τήν σορόν τών αγίων λειψάνων σου.

Θεοτοκίον.
Σωτήρα, καί Λυτρωτήν τών ανθρώπων, τόν φιλάνθρωπον κυήσασα Λόγον, σώσον με, Κόρη, τή Σή προστασία, τής πονηράς τυραννίδος τού χείρονος, καί νεύρωσόν μου τήν ψυχήν, πρός επίδοσιν βίου βελτίονος.

Διάσωσον, εκ πάσης βλάβης καί θλίψεως Ιεράρχα, τούς εν πίστει τή σή πρεσβεία προστρέχοντας, καί σέ τιμώντας, Νεκτάριε θεοφόρε.
Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ εσχάτων τών ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις καί τό Κοντάκιον.
Ήχος β΄. Προστασία τών Χριστιανών.
Πεπτωκότων επανόρθωσις γέγονας, καί τών κλονουμένων, Νεκτάριε, στήριγμα, εν υστέροις τοίς καιροίς παρά Κυρίου δοξασθείς αλλά πάντοτε καί ημάς, τών εν τώ βίω πειρασμών, ανωτέρους διάσωζε, άφεσιν τών πταισμάτων, καί ρώσιν καί σωτηρίαν, αιτούμενος παρά Θεού, Ιεράρχα, ταίς ψυχαίς ημών.

Προκείμενον.
Οι Ιερείς Σου Κύριε ενδύσονται δικαιοσύνην καί οι Όσιοί Σου αγαλιάσει αγαλιάσονται.
Στ. Τίμιος εναντίον Κυρίου ο θάνατος τών Οσίων Αυτού.

Ευαγγέλιον εκ τού κατά Ιωάννην (Κεφ. ι΄ 9 16).
Είπεν ο Κύριος εγώ ειμί η θύρα δι εμού εάν τίς εισέλθη σωθήσεται καί εισελεύσεται καί εξελεύσεται καί νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται ει μή ίνα κλέψη καί θύση καί απωλέση εγώ ήλθον ίνα ζωήν έχωσι καί περισσόν έχωσιν. Εγώ ειμι ο Ποιμήν ο καλός ο ποιμήν ο καλός τήν ψυχήν αυτού τίθησιν υπέρ τών προβάτων ο μισθωτός δέ καί ουκ ών ποιμήν, ού ουκ εισί τά πρόβατα ίδια, θεωρεί τόν λύκον ερχόμενον καί αφίησι τά πρόβατα καί φεύγει καί ο λύκος αρπάζει αυτά καί σκορπίζει τά πρόβατα. Ο δέ μισθωτός φεύγει, ότι μισθωτός εστι καί ου μέλλει αυτώ περί τών προβάτων. Εγώ ειμί ο Ποιμήν ο καλός καί γινώσκω τά εμά καί γινώσκομαι υπό τών εμών. Καθώς γινώσκει με ο Πατήρ καγώ γινώσκω τόν Πατέρα καί τήν ψυχήν μου τίθημι υπέρ τών προβάτων. Καί άλλα πρόβατα έχω, ά ουκ έστιν εκ τής αυλής ταύτης κακείνα με δεί αγαγείν καί τής φωνής μου ακούσουσι καί γενήσεται μία ποίμνη είς ποιμήν.

Δόξα
Ταίς τού Ιεράρχου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Καί νύν
Ταίς τής Θεοτόκου πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με ο Θεός
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Νέον άστρον πέφηνας, τή τού Χριστού Εκκλησία, εν εσχάτοις έτεσι, βίου καθαρότητι λάμψας, Όσιε νοηταίς λάμψεσι, τών εν σοί χαρίτων, καταυγάζων τάς ψυχάς ημών, καί τών ιάσεων, ταίς μαρμαρυγαίς λύων πάντοτε, δαιμόνων τήν σκοτόμαιναν, καί αρρωστημάτων τήν ζόφωσιν όθεν σοί βοώμεν, μή παύση εκλυτρούμενος ημάς, επηρειών τού αλάστορος, καί παντοίων θλίψεων.

Ωδή ζ΄. Οι εκ τής Ιουδαίας.
Αλγηδόνων ποικίλων, πειρασμών καί κινδύνων καί περιστάσεων, καί φθόνου καί κακίας, ανθρώπων κακοτρόπων, ασινείς διαφύλαττε, τούς σέ τιμώντας αεί, Νεκτάριε παμμάκαρ.

Ιατρεύων απαύστως, χαλεπάς ασθενείας, Πάτερ Νεκτάριε, τών πίστει προσιόντων, τοίς θείοις σου λειψάνοις, αρωγός ετοιμότατος, εν τοίς εσχάτοις καιροίς, τών ευσεβούντων ώφθης.

Γέρας ένθεον ώφθης, καί διάδημα νέον, Πάτερ Νεκτάριε, τή νήσω τής Αιγίνης, ήτις αεί προστρέχει, τή πρεσβεία σου, Άγιε, καί τής ευνοίας τής σής, τρυγά τάς αντιλήψεις.

Θεοτοκίον.
Εντολών με πρός τρίβον, τού εκ Σού σαρκωθέντος, Κόρη, οδήγησον, πυλών τής αμαρτίας εξαίρουσα, Παρθένε, τήν ροπήν τής καρδίας μου, ίνα υμνώ Σε αεί, σωθείς τή χάριτί Σου.

Ωδή η΄. Τόν Βασιλέα.
Ρούν τής κακίας, τόν κατακλύζοντα, Πάτερ, τής καρδίας μου τούς αύλακας εις τέλος, ξήρανον δυνάμει, τών θείων πρεσβειών σου.

Ασθενειών σε, θεραπευτήν εγνωκότες, καταφεύγομεν τή Κάρα σου τή Θεία, ίνα λυτρωθώμεν, μαστίγων επωδύνων.

Σκέπε απαύστως, τήν σήν Μονήν τήν αγίαν, καί πρυτάνευε αυτή τή σή πρεσβεία, Πάτερ Ιεράρχα, τάς πατρικάς σου δόσεις.

Θεοτοκίον.
Ίασαι, Κόρη, τήν ασθενούσαν ψυχήν μου, τή τού όφεως κακίστη επηρεία, καί καταύγασον με, φωτί τής απαθείας.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Μανίας ημάς ρύσαι, εχθρού τού αοράτου, καί τών εν βίω δεινών περιστάσεων, τούς καταφεύγοντας, Πάτερ, υπό τήν σκέπην σου.

Οδύνης ψυχικής με, καί τών αλγημάτων, τών εν τώ σώματι, Πάτερ, απάλλαξον, τή εκ Θεού σοι δοθείση πλουσία χάριτι.

Υπέρ τής ευαγούς σου, μάνδρας εκδυσώπει, καί τής Αιγίνης Χριστόν τόν Φιλάνθρωπον, καί τής Ελλάδος απάσης, Πάτερ Νεκτάριε.

Θεοτοκίον.
Υμνούμέν Σου τήν χάριν, Κεχαριτωμένη, Σύ γάρ απαύστως ως μήτηρ φιλόστοργος, σκέπεις καί τρέφεις καί θάλπεις, ημάς εκάστοτε.

Άξιον εστιν ως αληθώς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα μεγαλυνάρια,
Τόν τής ευσεβείας νέον πυρσόν, καί τής Εκκλησίας, τόν φωστήρα τόν φαεινόν τόν θερμόν προστάτην καί έφορον Αιγίνης, Νεκτάριον τόν θείον, ύμνοις τιμήσωμεν.

Χαίρoις ο νεόρρυτος ποταμός, ο τά νεκταρώδη, τών χαρίτων τών θεϊκών, ρείθρα πελαγίζων, τή θεία επομβρία, Χριστού τή Εκκλησία, Πάτερ Νεκτάριε.

Λάμψας εν τώ ύψει τών αρετών, εν εσχάτοις χρόνοις, ώσπερ λύχνος θεολαμπής, νοητώς λαμπρύνεις πιστών τάς διανοίας, τή καθαρά ζωή σου, Πάτερ Νεκτάριε.

Χαίροις τεθλιμμένων ο αρωγός, καί τών δαιμονόντων ο ταχύτατος ιατρός, χαίροις ο τά πάθη, καί νόσους θεραπεύων, τών προσιόντων Πάτερ, εν τοις λειψάνοις σου.

Χαίρoις τής Αιγίνης ο θησαυρός, καί τών Ορθοδόξων, αντιλήπτωρ καί βοηθός χαίροις τής Ελλάδος αγλάϊσμα τό νέον, Νεκτάριε παμμάκαρ, ημών τό στήριγμα.

Τή σή προστασία τή πατρική, τήν σεπτήν Μονήν σου, διαφύλαττε αβλαβή, Νεκτάριε Πάτερ, καί πλήρου τάς αιτήσεις, τών ευλαβώς τελούντων, τήν θείαν μνήμην σου.

Πάσαι τών Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τώ σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρίς).
Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι,
καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τάς ανομίας ημίν Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.

Κύριε, ελέησον Κύριε, ελέησον Κύριε, ελέησον.
Δόξα Πατρί

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου ελθέτω η βασιλεία σου γενηθήτω τό θέλημά σου, ως εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ότι σού εστιν η βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί
τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

καί τά Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην Σοι τήν ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοί γάρ πεποίθαμεν. Μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών. Αλλ επίβλεψον καί νύν ως εύσπλαχνος καί λύτρωσαι ημάς εκ τών εχθρών ημών. Σύ γάρ εί Θεός ημών καί ημείς λαός Σου, πάντες έργα χειρών Σου καί τό όνομά Σου επικεκλήμεθα.

Καί νύν.
Τής ευσπλαχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σέ μή αστοχήσομεν, ρυσθείημεν διά Σού τών περιστάσεων Σύ γάρ η σωτηρία τού γένους τών Χριστιανών.

Απολυτίκιον. Ήχος α΄. Τής ερήμου πολίτης.
Σηλυβρίας τόν γόνον καί Αιγίνης τόν έφορον, τόν εσχάτοις χρόνοις φανέντα, αρετής φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ως ένθεον θεράποντα Χριστού αναβλύζει γάρ ιάσεις παντοδαπάς, τοίς ευλαβώς κραυγάζουσι δόξα τώ σέ δοξάσαντι Χριστώ, δόξα τώ σέ θαυμαστώσαντι, δόξα τώ ενεργούντι διά σού, πάσιν ιάματα.

Έτερον.
Σηλυβρίας τόν γόνον καί Εώας τό καύχημα, τής Ορθοδοξίας τόν στύλον καί Αιγίνης τό έρεισμα Νεκτάριον υμνήσωμεν πιστοί, ως νέκταρ γάρ ανέβλυσεν ημίν, εκ πηγών τού σωτηρίου νεοφανώς, αρδεύον τούς κραυγάζοντας δόξα τώ σέ δοξάσαντι Χριστώ, δόξα τώ σέ στεφανώσαντι, δόξα τώ εν εσχάτοις τοίς καιροίς, λαμπρώς σέ αγιάσαντι.

Εκτενής καί Απόλυσις, μεθ ήν ψάλλομεν τα εξής

Ήχος β΄. Ότε εκ τού ξύλου.
Πάσιν αντιλήπτωρ καί φρουρός, καί θερμός προστάτης καί σκέπη, γενού Νεκτάριε, τοίς προσερχομένοις σοι, Πάτερ, εκ πίστεως, καί τά θεία σου λείψανα, κατασπαζομένοις, ά Χριστός εδόξασε, θαυμάτων χάρισι, λύων πειρασμών τάς οδύνας, καί ειρήνην πάσιν παρέχων, καί πταισμάτων άνωθεν συγχώρησιν.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τών δούλων Σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Τήν πάσαν ελπίδα μου, εις Σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην Σου.

Δι ευχών τών Αγίων Πατέρων ημών.
Κύριε Ίησού Χριστέ ό Θεός ημών ελέησον ημάς.
Αμήν.