Προσευχή υπέρ της Εκκλησίας και των Κληρικών

Loading...


Υπό του μακαριστού π. Επιφανίου Θεοδωροπούλου

Κύριε ο Θεός ημών, ο μέγας και φοβερός και ένδοξος, ο φυλάσσων το έλεός Σου και την διαθήκην Σου τοις αγαπώσί Σε και φυλάσσουσι τα Σα προστάγματα, ευχαριστούμέν Σοι υπέρ των φανερών και αφανών Σου ευεργεσιών των εις ημάς γεγενημένων. Δεόμεθά σου, Κύριε, ρύσαι ημάς και λύτρωσαι, ότι πολλά τοις νόμοις Σου αφρόνως προσεπταίσαμεν και εκολλήθη η γαστήρ ημών εις γην ιλύος. Εγενήθημεν ωσεί σκεύη απολωλότα, και ηκούσαμεν ψόγον πολλών παροικούντων κυκλόθεν.

 Διό παρακαλούμέν Σε, φιλάνθρωπε Δέσποτα, ύψωσον κέρας Χριστιανών Ορθοδόξων, και κατάπεμψον εφ᾿ ημάς το μέγα Σου έλεος. Μη παραδώς, Μονογενές Λόγε του Θεού, την Εκκλησίαν Σου, ην περιεποιήσω τω Τιμίω Αίματί Σου, δέρεσθαι υπό ανέμων και σαλεύεσθαι υπό κυμάτων.
Ειπέ ούν, Κύριε, τη μαινομένη κατ᾿ αυτής θαλάσση των παθών του κόσμου «σιώπα, πεφίμωσο»· επιτίμησον δε τοις ανέμοις και ποίησον γαλήνην, ίνα γαληνώς ποντοπορή και αταράχως η θεία Ολκάς Σου.

Δος δη, φιλεύσπλαγχνε Κύριε, και τοις αγίοις Σου Αρχιερεύσι και Ιερεύσιν, ούς Πνεύμα το Πανάγιον ποιμαίνειν έθετο την επί γης στρατευομένην Εκκλησίαν Σου, χάριν συνέσεως εις το διανοείσθαι και πράττειν τα ευάρεστά Σοι και τω μυστικώ Σου Σώματι συμφέροντα.

Συ τοίνυν, Ιησού Χριστέ, κυβέρνησον και δίδαξον και φώτισον αυτούς του αγαπάν υπέρ τα πρόσκαιρα την δόξαν Σου την άφθαρτον· υπέρ τα όρια των γεηρών Επισκοπών και Ενοριών αυτών, οράν την αμετάθετόν Σου Βασιλείαν, ην από καταβολής κόσμου ητοίμασας πάσι τοις αγαπώσί Σε. Δος αυτοίς, Κύριε, εν φίλτρου αγαπάν παροξυσμώ τον τίμιον λαόν Σου αεί δ᾿ ετοίμους είναι και την κεφαλήν αποτμηθήναι υπέρ του ποιμνίου εαυτών, κατά το Σον υπόδειγμα. Χρημάτων, Άγιε, και δόξης, ποίησον αυτούς υπερφρονείν και φιλοπτώχους είναι, ελκύων άμα προς τον Ουρανόν το φρόνημα αυτών.

Έτι δεόμεθά Σου, Κύριε, φώτισον αυτών τα όμματα· συνέτισον την διάνοιαν· ταπείνωσον την καρδίαν· τους οφθαλμούς αυτών άγνισον και απόστρεψον του μη βλέπειν των υλαίων την ματαιότητα· ευόδωσον δε πάντας ημάς του διανύσαι την στενήν οδόν και τεθλιμμένην, ίνα εν τοις Σκηνώμασι τοις Ουρανίοις καταπαύσωμεν της δόξης Σου, και συν τοις Αγγέλοις Σου και Αρχαγγέλοις αδωμεν άσμα καινόν και πανευφρόσυνόν Σοι τω Δεσπότη και Αγίω Λυτρωτή ημών, συν τω Ανάρχω Σου Πατρί και τω Ζωοποιώ Σου Πνεύματι, νυν και αεί και εις τους ατελευτήτους αιώνας. Αμήν.



Ετικέτες





tilegrafima.gr