Παράκληση στην Αγία Κυριακή που διώχνει το κακό και την κατάθλιψη

Αγίας Κυριακής

Ο Ιερεύς Ευλογητός ο Θεός…
Ο αναγνώστης: Αμήν.

Ψαλμός ρμβ΄ (142).
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αλήθειά σου, εισάκουσόν μου εν τή δικαιοσύνη σου. Καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου. Εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος, καί ηκηδίασεν επ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων.
Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου. Μή αποστρέψης τό πρόσωπόν σου απ έμου, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα. Γνώρισον μοί, Κύριε, οδόν, εν η πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου. Εξελού μέ εκ τών εχθρών μου, Κύριε, πρός σέ κατέφυγον, δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μου. Τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία, ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ. Εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου, καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου. Καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλος σου ειμι.

Καί ευθύς τό, Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου., εξ εκατέρων τών Χορών, ως έξης:
Ήχος δ΄.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. β΄. Πάντα τά έθνη εκύκλωσαν μέ, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα Τροπάρια.
Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τήν εξανθήσασαν αγνείας λαμπρότητι, ως εν κοιλάσιν ευωδέστατον ίον, Κυριακήν τήν ένδοξον, μαρτύρων καλλονήν, πάντες ανυμνήσωμεν, πρός αυτήν εκβοώντες, Ρύσαι τούς υμνουντάς σέ, τών δεινών σαίς πρεσβείαις, ίνα γεραίρωμεν ευλαβώς, τήν πανεύφημόν σου μνήμην, Αθληφόρε αξιάγαστε.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον.
Ου σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλείν οι ανάξιοι, ει μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, έκ σού, σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός Ν΄ (50).
Ελέησον μέ ο Θεός κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου, εξάλειψον τό ανόμημά μου. Επί πλείον πλύνον μέ από τής ανομίας μου, καί από τής αμαρτίας μου καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιον μούεεστι διά παντός. Σοί μόνω ήμαρτον, καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω, καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοί αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου, καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης μέ από τού προσώπου σου, καί τό Πνεύμα σου τό άγιον μή αντανέλης απ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου, καί πνεύματι ηγεμονικώ στήριξον μέ.
Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου, αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις.
Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώοει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους.

Καί ο Κανών.
Ωδή ά΄ Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Υμνούμεν σέ πόθω, Κυριακή, Χριστού Αθληφόρε, καί δεόμεθά σου θερμώς, παρασχου λιταίς σου πρός τόν Κτίστην, πάσι τοίς κάμνουσι τήν ανάρρωσιν.

Μαράνασα, μάρτυς, σώμα τό σόν, Θεού δί αγάπην, κακουχίαις τέ καί δεινοίς, διό τά τού σώματός μου πάθη, δί εγκρατείας μαράναι αξίωσον.

Νυκτός Χριστού μάρτυς καί σκοτασμού, τής πλάνης φυγούσα, ηξιώθης θείου φωτός, καμέ φωτισθήναι ταίς λιταίς σου, θεοφεγγέσιν ακτίσι αξίωσον.

Θεοτοκίον.
Εκένωσε, Κόρη, ο ποιητής, εν τή σή κοιλία, εαυτόν δέ τούς πατρικούς, κόλπους τό καθόλου μή κενώσας, διά τό σώσαι ως Θεός τό ανθρώπινον.

Ωδή γ΄. Σύ ει τό στερέωμα.
Ίασαι τά πάθη μου, τά τής ψυχής καί τού σώματος, ταίς πρός Θεόν, ενθέρμοις λιταίς σου, Κυριακή μεγαλώνυμε.

Σύνεσιν μοί δώρησαι, τώ ασυνέτω, πανθαύμαστε, Κυριακή, ίνα πράττω πάντα, τού Θεού τά προστάγματα.

Έκ σού, παμμακάριστε, Κυριακή, τήν κατάπαυσιν, νόσων δεινών, πόθω αναμένω, απολαύσαι πρεσβείαις σου.

Θεοτοκίον.
Μαρία γενέσθαι μοί, τώ μολυνθέντι τοίς πταίσμασιν, ίλεων νύν, τόν έκ σού τεχθέντα, ασιγήτως δυσώπησον.

Ωδή δ΄. Εισακήκοα, Κύριε.
Απαστράπτουσα θαύμασιν, εκ τών προσφευγόντων σοί, μάρτυς ένδοξε, τών παθών φρικτήν σκοτόμαιναν, απελαύνεις όντως ταίς πρεσβείαις σου.

Ρείθρα όντως, πανένδοξε, ιαμάτων άφθονα αναβλύζουσα, τοίς τιμώσι σήν πανήγυριν, ρώσιν ταίς λιταίς σου νύν χορήγησον.

Τών μαρτύρων τήν εύκλειαν, τήν Κυριακήν ανυμνήσωμεν, οι πιστοί καί επαινέσωμεν, ως τετυχηκότες απαλλαγής τών δεινών.

Θεοτοκίον.
Ύφαντον εκ τής άνωθεν, χάριτος χιτώνα, Παρθένε, ένδυσον, τόν σόν δούλον ταίς πρεσβείαις σου, καί τή αφθαρσία μέ περίβαλε.

Ωδή ε΄. Φώτισον ημάς.
Σόφισον μέ νύν, τής σοφίας ταίς ελλάμψεσι, ταίς υπέρ νούν καί υπέρ έννοιαν, καί φωτί θείω, Κυριακή μέ φωταγώγησον.

Κύμασι δεινοίς, αμαρτίας βυθιζόμενον, καί ταίς τρικυμίαις τών θλίψεων, Κυριακή μέ, τού κινδύνου ελευθέρωσον.

Ύψιστον εκδυσώπει υπέρ τού δούλου σου, παθών θλιβόντων, καί δεινών απαλλαγήναι μέ.

Θεοτοκίον.
Ρύπου μέ παθών, μεσιτεία σου καθάρισον, καί τήν σκοτισθείσαν ψυχήν μου φώτισον, ίνα δοξάζω καί υμνώ σέ, πολυύμνητε.

Ωδή στ΄. Ιλάσθητι μοί.
Ιδείν τήν δόξαν Θεού, επιποθών ο ταλαίπωρος, Κυριακή, πρός τήν σήν, προσφεύγω βοήθειαν, θερμώς σου δεόμενος, όπως ταίς λιταίς σου, ταύτης γένωμαι νύν μέτοχος.

Αγάπη πρός τόν Θεόν, πάντα ως φρούδα κατέλιπες, Κυριακή τά εν γή, σύ ούν καί τόν δούλόν σου, παριδείν αξίωσον, πάντα τά ηδέα, καί αγίως πολιτεύεσθαι.

Κρατήρα, Κυριακή, θανατηφόρον κεκέρακεν, η Εύα πάλαι εμοί, σύ δέ τοίς σοίς αίμασιν, οίνον μοί ενστάλαξον, τής αθανασίας, τήν καρδίαν μου ευφραίνοντα.

Θεοτοκίον
Η μόνη καταφυγή, χριστιανών σύ βοήθησον, τώ κινδυνεύοντι νύν, καί χείρα μοί όρεξον, καί πρός τόν λιμένα μέ, τόν τής σωτηρίας, καθοδήγησον, Πανάχραντε.
Διάσωζε, Κυριακή αθληφόρε, ταίς πρός Θεόν σου πρεσβείαις, από ποικίλων κινδύνων τούς δούλους σου, καί ίασαι τάς δεινάς ημών νόσους.

Θεοτοκίον
Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ εσχάτων τών ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Ο ιερεύς μνημονεύει. Είτα τό Κοντάκιον. Ήχος β΄.
Ανέτειλεν ημίν λαμπρά, ώσπερ ήλιος, η μνήμη σου σεμνή Κυριακή αθληφόρε, νέφη τών παθών αποδιώκουσα, καί φωταγωγούσα τούς ευσεβώς, τή σή εικόνι προσπελάζοντας, καί σέ πόθω καί πίστει γεραίροντας.

Προκείμενον Ήχος δ΄.
Υπομένων υπέμεινα τόν Κύριον καί προσέσχε μοί, καί εισήκουσε τής δεήσεώς μου.
Στίχος. Καί έστησεν επί πέτραν τούς πόδας μου, καί κατεύθυνε τά διαβήματά μου.

Ευαγγέλιον. Εκ τού κατά Ματθαίον (Ι΄ 16-22).
Είπεν ο Κύριος τοίς εαυτού μαθηταίς. Ιδού εγώ αποστέλλω υμάς, ως πρόβατα εν μέσω λύκων, γίνεσθε ούν φρόνιμοι ως οι όφεις, καί ακέραιοι ως αί περιστεραί. Προσέχετε δέ από τών ανθρώπων, παραδώσουσι γάρ υμάς εις συνέδρια, καί εν ταίς συναγωγαίς αυτών μαστιγώσουσιν υμάς καί επί ηγεμόνας δέ καί βασιλείς αχθήσεσθε ένεκεν εμού, εις μαρτύριον αυτοίς καί τοίς έθνεσιν. Όταν δέ παραδιδώσιν υμάς, μή μεριμνήσητε πώς ή τί λαλήσετε, δοθήσεται γάρ υμίν εν εκείνη τή ώρα τί λαλήσετε, ου γάρ υμείς εστε οι λαλούντες, αλλά τό Πνεύμα τού Πατρός υμών τό λαλούν εν υμίν. Παραδώσει δέ αδελφός αδελφόν εις θάνατον καί πατήρ τέκνον, καί επαναστήσονται τέκνα επί γονείς καί θανατώσουσιν αυτούς, καί έσεσθε μισούμενοι υπό πάντων διά τό όνομά μου, ο δέ υπομείνας εις τέλος, ούτος σωθήσεται.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ταίς τής Αθληφόρου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Στίχος, Ελεήμον, ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου, εξάλειψον τό ανόμημά μου.

Καί τό παρόν προσόμοιον. Ήχος πλ. β΄.
Ουδείς καταφεύγων εν τή σκέπη σου, κατησχυμένος εκπορεύεται, Κυριακή αθληφόρε, αλλ αιτείται τήν ρώσιν, καί λαμβάνει τήν ίασιν, παρά Θεού ταίς ικεσίαις σου.
Τό, Σώσον ο Θεός τόν λαόν σου… (υπό τού ιερέως)

Ωδή ζ΄. Παίδες Εβραίων.
Πάντων δεινών αρρωστημάτων, τά ιάματα λαμβάνομεν αφθόνως, οι πιστώς τή θερμή, προστρέχοντες σοί σκέπη, Κυριακή πανένδοξε, ταίς ενθέοις σου πρεσβείαις.Όμβρους παρέχεις ιαμάτων, καταπαύσουσα τό πύρ αρρωστημάτων, καί πιστούς σύ ποιείς, υμνείν αδιαλείπτωςευλογητος ει Κύριε, ο Θεός εις τούς αιώνας.
Θέσει, ώ μάρτυς, θεουμένη, ως εγγίζουσα τώ θρόνω τού Υψίστου, υπέρ πάντων ημών, τών σέ ανευφημούντων, υμνωδιών εν κάλλεσι, τόν Θεόν αεί δυσώπει.

Θεοτοκίον.
Ως πέρ ο άσωτος, Μαρία, νύν προχέω τά δάκρυα αφθόνως, ως τελώνης αεί, ιλάσθητι κραυγάζω, σώσον μέ τοίνυν, Δέσποινα, μητρικαίς σου ικεσίαις.

Ωδή η΄. Τόν Βασιλέα.
Σύ τών αιμάτων, τοίς σταλαγμοίς σου, παρθένε, αποξήρανον βυθόν αμαρτίας, καί χορηγεί ρώσιν, τοίς κάμνουσι λιταίς σου.
Εύχου Κυρίω, Κυριακή αθληφόρε, υπέρ πάντων τών σοί προσφευγόντων, καί ρύου κινδύνων, αυτούς σαίς ικεσίαις.
Ρύσαι σόν δούλον, Κυριακή αθληφόρε, τόν τή σκέπη τή σή προσελθόντα, νόσων ολέθριων, καί θλίψεων λιταίς σου.

Θεοτοκίον
Αγνή Παρθένε, εκ κατωτάτου βυθού μέ, απογνώσεως ρύσαι καί πρός όρμον, μετανοίας βίον, ίθυνον τού σου δούλου.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Φωτί τώ απροσίτω, εντρυφώσα, θεοφρον, τής αμαρτίας αχλύν τήν κακοζόφον, εκ τών σών δούλων λιταίς σου, νύν διασκέδασον.
Ευφρόσυνον ημέραν, άγει νύν η κτίσις, Κυριακή, τήν σήν μνήμην γεραίρουσα, καί ειρηναίαν εκ τών λιτών σου, κατάστασιν αναμένουσα.Ίασιν ταχίστην, δώρησαι λιταίς σου, Κυριακή αθληφόρε, καί φώτισον, τόν σκοτεινόν αμαρτίαις, νούν μου, πανένδοξε.

Θεοτοκίον
Μετά Θεόν, Παρθένε, άμαχον προστάτιν, καί αντιλήπτορα μέγιστον έχων σέ, κράζω σοί σώσον, τόν δούλόν σου Άχραντε.

Είτα
Άξιον εστίν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί θυμιά ο ιερεύς τό Θυσιαστήριον καί τόν λαόν, ή τόν οίκον, όπου ψάλλεται η Παράκλησις, καί ημείς ψάλλομεν τά παρόντα.

Μεγαλυνάρια. Ήχος πλ. β΄.
Έπιδε εξ ύψους θείου Χριστού, νύμφη στεφηφόρε, καί επισκεψαι τούς πιστώς, σέ ανευφημούντας, καί θείαις σου πρεσβείαις, νόσων παντοίων ρύσαι, καί πάσης θλίψεως.Τόν Χριστόν ποθήσασα αληθώς, έσπευσας τεθνάναι, καί θυσίαν προσενεγκείν, σεαυτήν αγία Κυριακή θεοφρον, τούτον ούν εκδυσώπει, υπέρ τών δούλων σου.

Θεοτοκίον.
Πάσαι τών αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

Τρισάγιον καί τό Τροπάριον. Ήχος δ΄. Ταχύ προκατάλαβε.
Ως βρύσις πολυκρουνός, παρθενομάρτυς Χριστού, κατήρδευσας, πάνσοφε, τήν Εκκλησίαν αυτού, καί ήθλησας άριστα, έσωσας τούς εν σκότει, τής ειδωλομανίας, αίγλη τών σών θαυμάτων, Κυριακή αθληφόρε, διό εν παρρησία Χριστώ, πρέσβευε σωθήναι ημάς.

Ή τό παρόν Απολυτίκιον.
Ήχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Καλλιέρημα ώφθης καί θύμα άγιον, προσενεγκούσα τώ Πλάστη τήν καθαράν σου ψυχήν, ήν εδόξασε Χριστός, ώ καρτερόψυχε. Όθεν καί βρύει διά σου, τοίς τιμώσι σέ πιστοίς, τάς χάριτας υπέρ ψάμμον, Κυριακή αθληφόρε, ως ελεήμων καί φιλάνθρωπος.

Ο ιερεύς ως έθος μνημονεύει.
Εις τήν απόλυσιν ψάλλομεν τό παρόν.
Προσόμοιον.
Ήχος β΄. Ότε εκ τού ξύλου σέ νεκρόν…
Κλάδος ευκλεής, Κυριακή, ρίζης διασήμου εδείχθης, Χριστόν κηρύξασα, φέρων τής αθλήσεως, καρπόν σωτήριον, καί ξηραίνων εν χάριτι, φυτά ασεβείας, όθεν σέ δοξάζοντες, καθικετεύομεν, ρύσαι ταίς πρεσβείαις σου πάσης, λύμης τών παθών αχλυώδους, τούς τή θεία σκέπη σου προστρέχοντας.