Δούλοι Κύριον – Ψαλμός 134ος (Video)

Loading...


Δούλοι Κύριον Αλληλουια.
Αινείτε τό όνομα κυρίου, αινείτε, δούλοι, κύριον,
οι εστώτες εν οίκω κυρίου, εν αυλαίς οίκου θεού ημών.
αινείτε τόν κύριον, ότι αγαθός κύριος• ψάλατε τώ ονόματι αυτού, ότι καλόν•
ότι τόν Ιακωβ εξελέξατο εαυτώ ο κύριος, Ισραηλ εις περιουσιασμόν αυτού.

Ότι εγώ έγνων ότι μέγας κύριος καί ο κύριος ημών παρά πάντας τούς θεούς•
πάντα, όσα ηθέλησεν ο κύριος, εποίησεν εν τώ ουρανώ καί εν τή γή, εν ταίς θαλάσσαις καί εν πάσαις ταίς αβύσσοις•

Ανάγων νεφέλας εξ εσχάτου τής γής, αστραπάς εις υετόν εποίησεν• ο εξάγων ανέμους εκ θησαυρών αυτού.

Ος επάταξεν τά πρωτότοκα Αιγύπτου από ανθρώπου έως κτήνους•

Εξαπέστειλεν σημεία καί τέρατα εν μέσω σου, Αίγυπτε, εν Φαραω καί εν πάσι τοίς δούλοις αυτού.

Ος επάταξεν έθνη πολλά καί απέκτεινεν βασιλείς κραταιούς,
τόν Σηων βασιλέα τών Αμορραίων καί τόν Ωγ βασιλέα τής Βασαν καί πάσας τάς βασιλείας Χανααν,
καί έδωκεν τήν γήν αυτών κληρονομίαν, κληρονομίαν Ισραηλ λαώ αυτού.

Κύριε, τό όνομά σου εις τόν αιώνα κύριε, τό μνημόσυνόν σου εις γενεάν καί γενεάν.
ότι κρινεί κύριος τόν λαόν αυτού καί επί τοίς δούλοις αυτού παρακληθήσεται.

Τά είδωλα τών εθνών αργύριον καί χρυσίον, έργα χειρών ανθρώπων•
στόμα έχουσιν καί ου λαλήσουσιν, οφθαλμούς έχουσιν καί ουκ όψονται,
ώτα έχουσιν καί ουκ ενωτισθήσονται, ουδέ γάρ εστιν πνεύμα εν τώ στόματι αυτών.

Ομοιοι αυτοίς γένοιντο οι ποιούντες αυτά καί πάντες οι πεποιθότες επ’ αυτοίς.
οίκος Ισραηλ, ευλογήσατε τόν κύριον• οίκος Ααρων, ευλογήσατε τόν κύριον•
οίκος Λευι, ευλογήσατε τόν κύριον• οι φοβούμενοι τόν κύριον, ευλογήσατε τόν κύριον.
ευλογητός κύριος εκ Σιων ο κατοικών Ιερουσαλημ.

{youtube}p7BVvQ2abN8{/youtube}