Τα εγκώμια του Επιτάφιου Θρήνου (Video)

Loading...


Η ζωή εν τάφω
κατετέθης, Χριστέ,
και αγγέλων στρατιαί εξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι την σην.

Η ζωή, πως θνήσκεις;
πως και τάφω οικείς;
του θανάτου το βασίλειον λύεις δε,
και του Άδου τους νεκρούς εξανιστάς.

Μεγαλύνομεν σε,
Ιησού βασιλεύ,
και τιμώμεν την ταφήν και τα πάθη σου,
δι’ ων έσωσας ημάς εκ της φθοράς.

Μέτρα γης ο στήσας
εν σμικρώ κατοικείς,
Ιησού παμβασιλεύ, τάφω σήμερον,
εκ μνημάτων τους θανόντας ανιστών.

Ιησού Χριστέ μου,
βασιλεύ του παντός,
τι ζητών τοις εν τω Άδη ελήλυθας,
ή το γένος απολύσαι των βροτών;

{youtube}moejqdeGH1M{/youtube}
 

Άξιον εστί
μεγαλύνειν σε τον ζωοδότην,
τον εν τω σταυρώ τας χείρας εκτείναντα
και συντρίψαντα το κράτος του εχθρού.

Άξιον εστί
μεγαλύνειν σε τον πάντων κτίστην·
τοις σοις γαρ παθήμασιν, έχομεν
την απάθειαν, ρυσθέντες της φθοράς.

Έφριξεν η γη,
και ο ήλιος, Σώτερ, εκρύβη,
σου του ανεσπέρου φέγγους, Χριστέ,
δύναντος εν τάφω σωματικώς.

Ύπνωσας, Χριστέ,
τον φυσίζωον ύπνον εν τάφω
και βαρέος ύπνου εξήγειρας
του της αμαρτίας το των ανθρώπων γένος.

{youtube}UW3FaEzmnkI{/youtube}
 

Αι γενεαί πάσαι,
ύμνον τη ταφή σου
προσφέρουσι, Χριστέ μου.

Καθελών του ξύλου
ο Αριμαθαίας
εν τάφω σε κηδεύει.

Μυροφόροι ήλθον
μύρα σοι, Χριστέ μου,
κομίζουσαι προφρόνως.

Δεύρο πάσα κτίσις
ύμνους εξοδίους
προσοίσωμεν τω Κτίστη.

Ως νεκρός τον ζώντα
συν μυροφόροις πάντες
μυρίσωμεν εμφρόνως.

{youtube}r2f1exmSRKc{/youtube}



Ετικέτες