Ανέκδοτος κανόνας του Ευαγγελισμού που υπάρχει σε Αγιορείτικο κώδικα

Loading...


Aνέκδοτος κανόνας, κωδ. Δ 37, Μεγίστης Λαύρας,  ΙΓ′ αιών., και Sinaitic. gr
609, 106‐108 r.

      Ωδή α´, ηχ. π. β′ ως εν ηπείρω πεζεύσας 

α′.  Άρχων  των  άνω  ταγμάτων  φωτοειδής  προς  Παρθένον  σήμερον  απεστάλη  Μαριάμ· χαίρε νύμφη άμωμε βοών· μετά σού ο Πλαστουργός πάντων και Κύριος.Euaggelismos_tis_Theotokou_021
β′. Βούλομαι γνώναι τον ξένον σου ασπασμόν η Παρθένος έφησεν ανθρω-πίνης γαρ εστιν· ασυνήθους λέξεως χαράν· ποίαν έφησας είπε τρανώς διδάσκων με.

γ′.  Γνωριμοτέρως  σοι  λέξων  πανευλαβώς  παρεστώς  σοι  Πανάχραντε  συ  δε  κλίνον σου το ούς· του υψίστου δύναμις εν σοι επελεύσει παντουργού σκηνώσει  πνεύματος.  Ώδή γ′, ουκ έστιν άγιος ως συ, Κύριε, ο Θεός 

δ′. Δολίως φθέγγεσθαί σε νυν άνθρωπε υποπτεύω υλική γαρ ουσία και φθαρτή  και γεηρά του αΰλων πως χωρεί; αφθαρσίας φως αναβαλλόμενον.

ε′.  Εμφρόνως  έλεξας  σεμνή·  αλλ’  ευδόκησεν  ούτως·  και  πεισάτω  σε    βάτος  φλογισθείσα  μηδαμώς·  σπαργανουμένη  πυρί·  και  τυπούσα  τόκον  σου  τον άφραστον.

στ′.  Ζωής  μοι  ρήματα  βοάς·  αλλά  πείθου  με  όρος·  καπνιζόμενον
πάλαι  δεδεγμένον τον Θεόν· μη δύνασθαι υλικήν φύσιν όλως άϋλον εισδέξασθαι

.Ώδή δ′, Χριστός μου δύναμις Θεός και Κύριος 

ζ′.  Ηλίου  όχημα  η  ση  γενήσεται  Παναγία  κοιλία  και  τοις  βροτοίς  τέξη  φως ανέσπερον· ο Γαβριήλ περιχαρώς τη Παρθένω απεφθέγγετο.
η′.  Θυρών μου  άπιθι·  μη  λέγε  ρήματα  ούν  την  έκβασιν όλως αδυνατείς  δείξαι αρχιστράτηγε τι μου τον νούν και την ψυχήν· συνταράσσας ταύτα λέγων μοι.
θ′. Ιδέσθαι πόρρωθεν· καταξιώθησαν μυστηρίου το βάθος προφητικαί σάλπιγγες  πανάμωμε· ούπερ διάκονος ειμί· προ θύρων σου παριστάμενος.

Ώδή ε′, τω  θείω φέγγει σου, αγαθέ

ι′.  Καταστραπτόμενον  σε  ορώ·  ταίς  αγγελικαίς  μαρμαρυγαίς·  η  υπεράμωμος έφησεν ευλαβούμαι τάχιον πείσεσθαι μη πρότερον μαθούσαι πάσαν ασφαλείαν.
ια′. Λιμενομένην ο πλαστουργός φύσιν των ανθρώπων καθορών· εν σοι οικήσαι ευδόκησεν·  αποκεκρυμμένον  απ’  αιώνον  αγνή  φρικτώς  ανακαλύπτων  άρτι  μυστήριον.
ιβ′.  Μεμνηστευμένη  τω  Ιωσήφ  πέφυκα  εγώ  μέχρι  του  νυν·  ου  συνημμένη,  αρχάγγελε πείραν  ουν  μη  γνούσα· ανδρός πως  τέξομαι  φύσεως  εναντία  λέγεις μοι ρήματα.

Ώδή στ′, του βίου την θάλασσαν

ιγ′. Νόμοις κόρη φύσεως ου δουλεύει Ιησούς ο πλαστουργός της φύσεως· και σε  πασαύτω  ράβδος  του  Ααρών·  ανίκμως  βλαστήσασα·  σε  τεκείν  απειράνδρως εικονίζουσα.
ιδ′.  Ξενίζομαι  ταύτα  σού  τα  φρικώδη  και  σεπτά  κατανοούσαι  ρήματα και πιστωθήναι  θέλουσα  εν  νοώ·  του  ύψους  το  μέγεθος  και  συστέλλομαι  όλη αρχιστράτηγε.
ιε′.  Ου  πείθη  τοις  λόγοις  μου;  σε  προείδε  Δανιήλ·  όρος  εξ  ου  τμηθήσεται  άνευ χειρός  ανθρώπου  λίθος  αγνή·  ναούς  και  τα  ξόανα  των  δαιμόνων    λεπτύνων κραταιώτατα.

Ώδή ζ′, δροσοβόλον μεν την κάμινον 

ιστ′.  Παραδόξως  ότι  είξει  μετά  σώματος·  εν  κόσμω  ο  ασώματος  διεσάφησας Γαβριήλ  ειπέ  δε  τηλαυγώς·  πως  τούτον  χωρήσει  μου  γαστήρ·  ον  τα  μεγέθη ουρανών· χωρείν ου δύναται.
ιζ′. Ρητορεύω σοι και σύνες αεί παρθένε πως η σεμνή ποτέ Αβράαμ υποδέξατο  και εχώρησεν αγνή· διό μη αμφίβαλλε νυνί· αλλά ευμενώς τον ασπασμόν· δέχου βροτών η χαρά.
ιη′.  Συνταράσσει  με  του  πράγματος  το  μέγεθος  αλλ’  ούν  ειπερ  ευδόκησεν  ο πανάγαθος εν εμοί οικήσαι υπέρ νούν ιδού και ψυχή και τη σαρκί ναός υπάρχων καθαρός τετηρημένος αυτόν

Ώδή η′, εκ φλογός τοις οσίοις

ιθ′.  Τη  φωνή  του  αγγέλου  το  φως  συνέλαβε.  Διά  τούτο  σοι  χαίρε  πάντες κραυγάζομεν. Πύλη του φωτός δυσθεώρη το όραμα· θρόνε του υψίστου Παρθένε  Θεοτόκε.
κ′. Υψηλού μυστηρίου χαίρε περαίωσις απορρήτων πραγμάτων χαίρε φανέρωσις· χαίρε  προς  Θεόν  του  ανθρώπου  οικείωσις·  χαίρε  των  πεσόντων  ανάκλησις Παρθένε.
κα   Φωτοδότου δεσπότου χαίρε λοχεύτρια· ο λιμήν των εν ζάλη χαίρε πανάμωμε·
η αληθινή και κατάκαρπος άμπελος χαίρε γεωργούσα αθανασίας βότρυν.

Ώδή θ′, Θεόν ανθρώποις ιδείν αδύνατον

κβ′.  Χαράς  αιτία  η  παντευλόγητος  χαίρε  σεμνή·  καλλίκαρπος  και  εύφορος άρουρα.  Τον  τροφέα  του  παντός  βαστάζουσα·  χαίρε  η  γη  του  ζώντος· ύδατος άχραντε· στάμνε και παράδεισε Θεού χαίρε πανάμωμε.
κγ′.  Ψυχών  σωμάτων  τε  καθαρτήριον·  χαίρε  δι’  ης  πηγάζει  τοις  ανθρώποις  τα κρείττονα,  η  αιτία  της  των  πάντων  θεώσεως·  χαίρε  νεφέλη  κουφή·  ήλιον φέρουσα· κόσμον φεγγοβόλοις αστραπαίς
καταφαιδραίνουσα.
κδ′.  Ωδήν  βοώμεν  σοι  χαριστήριον  χαίρε  σεμνή·  μαρτύρων  αποστόλων  το καύχημα· προφητών το περίδοξον λάλημα·  ιεραρχών  οσίων χαίρε  καλλώπισμα·  δι’ ης τα ουράνια τη γη συνεπαγάλλονται.

*ΘΗΣΑΥΡΟΣ ΓΝΩΣΕΩΝ ΚΑΙ ΕΥΣΕΒΕΙΑΣ



Ετικέτες