Ο Μυστικός Δείπνος, Ο Ιερός Νιπτήρας, Η Υπερφυής Προσευχή,Η προδοσία του Ιούδα (Video)

Loading...


ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ

Εις την Λειτουργίαν
Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς· Οίδατε ότι μετά δύο ημέρας το Πάσχα γίνεται, και ο Υιός του ανθρώπου παραδίδοται εις το σταυρωθήναι. …

Τότε πορευθείς εις των δώδεκα, ο λεγόμενος ᾿Ιούδας ᾿Ισκαριώτης, προς τους Αρχιερείς, είπε· Τι θέλετέ μοι δούναι, καγώ υμίν παραδώσω αυτόν;

Οι δε έστησαν αυτώ τριάκοντα αργύρια. Καί από τότε εζήτει ευκαιρίαν, ίνα αυτόν παραδώ. Τη δε πρώτη των αζύμων προσήλθον οι Μαθηταί τω ᾿Ιησού, λέγοντες αυτώ· Πού θέλεις ετοιμάσωμέν σοι φαγείν το Πάσχα; ήγγιζε η εορτή των αζύμων, η λεγομένη Πάσχα· και απέστειλε Πέτρον και ᾿Ιωάννην, ειπών· Πορευθέντες, ετοιμάσατε ημίν το Πάσχα, ίνα φάγωμεν. Οι δε είπον αυτώ· που θέλεις ετοιμάσωμεν;

Ο δε είπεν αυτοίς· Ιδού, εισελθόντων υμών εις την Πόλιν, συναντήσει υμίν άνθρωπος κεράμιον ύδατος βαστάζων· ακολουθήσατε αυτώ εις την οικίαν, ου εισπορεύεται, και ερείτε τω οικοδεσπότη της οικίας· Λέγει σοι ο Διδάσκαλος· Πού εστι το κατάλυμα, όπου το Πάσχα μετά των Μαθητών μου φάγω; Κακείνος υμίν δείξει ανώγαιον μέγα εστρωμένον· εκεί ετοιμάσατε. Απελθόντες δε εύρον καθώς είρηκεν αυτοίς, και ητοίμασαν το Πάσχα… Ειδώς ο ᾿Ιησούς ότι πάντα δέδωκεν αυτώ ο Πατήρ,… εγείρεται εκ του δείπνου, και τίθησι τα ιμάτια, και λαβών λέντιον, διέζωσεν εαυτόν. Είτα βάλλει ύδωρ εις τον νιπτήρα, και ήρξατο νίπτειν τους πόδας των Μαθητών και εκμάσσειν τω λεντίω, ω ην διεζωσμένος.

Έρχεται ούν προς Σίμωνα Πέτρον, και λέγει αυτώ εκείνος· Κύριε, συ μου νίπτεις τους πόδας; Απεκρίθη ο ᾿Ιησούς και είπεν αυτώ· Ο εγώ ποιώ, συ ουκ οίδας άρτι, γνώση δε μετά ταύτα. Λέγει αυτώ Πέτρος· ου μη νίψης τους πόδας μου εις τον αιώνα. Απεκρίθη αυτώ ο ᾿Ιησούς· Εάν μη νίψω σε, ουκ έχεις μέρος μετ᾿ εμού. Λέγει αυτώ Σίμων Πέτρος· Κύριε, μη τους πόδας μου μόνον, αλλά και τας χείρας και την κεφαλήν. … Καί ότε εγένετο η ώρα, ανέπεσε, και οι δώδεκα Απόστολοι συν αυτώ, και είπε προς αυτούς· Επιθυμία επεθύμησα τούτο το Πάσχα φαγείν μεθ᾿ υμών, προ του με παθείν· Λέγω γαρ υμίν, ότι ουκέτι ου μη φάγω εξ αυτού, έως ότου πληρωθή εν τη βασιλεία του Θεού.

Καί δεξάμενος το ποτήριον, ευχαριστήσας είπε· Λάβετε τούτο, και διαμερίσατε εαυτοίς· λέγω γαρ υμίν, ότι ου μη πίω από του γενήματος της αμπέλου έως ότου η βασιλεία του Θεού έλθη. Καί λαβών άρτον, ευχαριστήσας έκλασε, και έδωκεν αυτοίς, λέγων· Τούτό εστι το σώμά μου, το υπέρ υμών διδόμενον· τούτο ποιείτε εις την εμήν ανάμνησιν. Ωσαύτως και το ποτήριον, μετά το δειπνήσαι, λέγων· Τούτο το ποτήριον, η καινή διαθήκη εν τω αίματί μου, το υπέρ υμών εκχυνόμενον.

… Καί υμνήσαντες, εξήλθον εις το όρος των Ελαιών. Τότε λέγει αυτοίς ο ᾿Ιησούς· Πάντες υμείς σκανδαλισθήσεσθε εν εμοί εν τη νυκτί ταύτη·… Αποκριθείς δε ο Πέτρος, είπεν αυτώ· Ει πάντες σκανδαλισθήσονται εν σοι, εγώ δε ουδέποτε σκανδαλισθήσομαι. Έφη αυτώ ο ᾿Ιησούς· Αμήν λέγω σοι· ότι εν ταύτη τη νυκτί, πριν αλέκτορα φωνήσαι, τρις απαρνήση με. … Τότε έρχεται μετ᾿ αυτών ο ᾿Ιησούς εις χωρίον λεγόμενον Γεθσημανή, και λέγει τοις Μαθηταίς αυτού· καθίσατε αυτού έως ου απελθών προσεύξωμαι εκεί. Καί παραλαβών τον Πέτρον, και τους δύο υιούς Ζεβεδαίου, ήρξατο λυπείσθαι και αδημονείν.

Τότε λέγει αυτοίς ο ᾿Ιησούς· Περίλυπός εστιν η ψυχή μου έως θανάτου· μείνατε ώδε, και γρηγορείτε μετ᾿ εμού. Καί προελθών μικρόν, έπεσεν επί πρόσωπον αυτού, προσευχόμενος, και λέγων· Πάτερ μου, ει δυνατόν εστι, παρελθέτω απ᾿ εμού το ποτήριον τούτο· πλην ουχ ως εγώ θέλω, αλλ᾿ ως συ. Ώφθη δε αυτώ Άγγελος απ᾿ ουρανού, ενισχύων αυτόν. Καί γενόμενος εν αγωνία, εκτενέστερον προσηύχετο. εγένετο δε ο ιδρώς αυτού ωσεί θρόμβοι αίματος καταβαίνοντες επί την γην.

Καί αναστάς από της προσευχής, έρχεται προς τους Μαθητάς, και ευρίσκει αυτούς καθεύδοντας και λέγει τω Πέτρω· Ούτως ουκ ισχύσατε μίαν ώραν γρηγορήσαι μετ᾿ εμού! Γρηγορείτε και προσεύχεσθε, ίνα μη εισέλθητε εις πειρασμόν· το μεν πνεύμα πρόθυμον, η δε σαρξ ασθενής. Πάλιν εκ δευτέρου απελθών, προσηύξατο λέγων· Πάτερ μου, ει ου δύναται τούτο το ποτήριον παρελθείν απ᾿ εμού, εάν μη αυτό πίω, γενηθήτω το θέλημά σου. Καί ελθών ευρίσκει αυτούς πάλιν καθεύδοντας· ήσαν γαρ οι οφθαλμοί αυτών βεβαρημένοι. Καί αφείς αυτούς, απελθών πάλιν, προσηύξατο εκ τρίτου, τον αυτόν λόγον ειπών.

Τότε έρχεται προς τους Μαθητάς αυτού, και λέγει αυτοίς· Καθεύδετε το λοιπόν, και αναπαύεσθε! ιδού ήγγικεν η ώρα, και ο Υιός του ανθρώπου παραδίδοται εις χείρας αμαρτωλών. Εγείρεσθε, άγωμεν· ιδού, ήγγικεν ο παραδιδούς με. Καί έτι αυτού λαλούντος, ιδού ᾿Ιούδας εις των δώδεκα, ήλθε, και μετ᾿ αυτού όχλος πολύς μετά μαχαιρών και ξύλων, από των Αρχιερέων και Πρεσβυτέρων του λαού.

Ο δε παραδιδούς αυτόν έδωκεν αυτοίς σημείον λέγων· Ον αν φιλήσω, αυτός εστι· κρατήσατε αυτόν. Καί ευθέως προσελθών τω ᾿Ιησού, είπε· Χαίρε, Ραββί· και κατεφίλησεν αυτόν. Ο δε Ιησούς είπεν αυτώ· Εταίρε, εφ᾿ ω πάρει. Τότε προσελθόντες επέβαλον τας χείρας επί τον ᾿Ιησούν, και εκράτησαν αυτόν. Καί ιδού, εις των μετά ᾿Ιησού, εκτείνας την χείρα, απέσπασε την μάχαιραν αυτού, και πατάξας τον δούλον του Αρχιερέως, αφείλεν αυτού το ωτίον. Τότε λέγει αυτώ ο ᾿Ιησούς· απόστρεψόν σου την μάχαιραν εις τον τόπον αυτής· πάντες γαρ οι λαβόντες μάχαιραν, εν μαχαίρα αποθανούνται. … Τότε οι Μαθηταί πάντες, αφέντες αυτόν, έφυγον.

Οι δε κρατήσαντες τον ᾿Ιησούν, απήγαγον προς Καιάφαν τον Αρχιερέα, όπου οι Γραμματείς και οι Πρεσβύτεροι συνήχθησαν. Ο δε Πέτρος ηκολούθει αυτώ από μακρόθεν, έως της αυλής του Αρχιερέως, και εισελθών έσω, εκάθητο μετά των υπηρετών, ιδείν το τέλος.

Οι δε Αρχιερείς και οι Πρεσβύτεροι, και το συνέδριον όλον εζήτουν ψευδομαρτυρίαν κατά του ᾿Ιησού, όπως θανατώσωσιν αυτόν· και ουχ εύρον· και πολλών ψευδομαρτύρων προσελθόντων, ουχ εύρον. Ύστερον δε προσελθόντες δύο ψευδομάρτυρες, είπον· Ούτος έφη· Δύναμαι καταλύσαι τον ναόν του Θεού, και διά τριών ημερών οικοδομήσαι αυτόν. Καί αναστάς ο Αρχιερεύς, είπεν αυτώ· Ουδέν αποκρίνη; τι ούτοί σου καταμαρτυρούσιν; Ο δε ᾿Ιησούς εσιώπα.

Καί αποκριθείς ο Αρχιερεύς, είπεν αυτώ· Εξορκίζω σε κατά του Θεού του ζώντος, ίνα ημίν είπης, ει συ ει ο Χριστός, ο Υιός του Θεού. Λέγει αυτώ ο ᾿Ιησούς· Συ είπας· πλην λέγω υμίν, απ᾿ άρτι όψεσθε τον Υιόν του ανθρώπου καθήμενον εκ δεξιών της δυνάμεως και ερχόμενον επί των νεφελών του ουρανού. Τότε ο Αρχιερεύς διέρρηξε τα ιμάτια αυτού, λέγων· ότι εβλασφήμησε· τι έτι χρείαν έχομεν μαρτύρων; ίδε, νυν ηκούσατε την βλασφημίαν αυτού· τι υμίν δοκεί; Οι δε αποκριθέντες, είπον· ένοχος θανάτου εστί. Τότε ενέπτυσαν εις το πρόσωπον αυτού, και εκολάφισαν αυτόν, οι δε ερράπισαν, λέγοντες· Προφήτευσον ημίν, Χριστέ, τις εστιν ο παίσας σε; ῾Ο δε Πέτρος έξω εκάθητο εν τη αυλή· και προσήλθεν αυτώ μία παιδίσκη, λέγουσα· Καί συ ήσθα μετά ᾿Ιησού του Γαλιλαίου.

Ο δε ηρνήσατο έμπροσθεν αυτών πάντων, λέγων· Ουκ οίδα τι λέγεις. Εξελθόντα δε αυτόν εις τον πυλώνα, είδεν αυτόν άλλη, και λέγει τοις εκεί· και ούτος ην μετά ᾿Ιησού του Ναζωραίου. Καί πάλιν ηρνήσατο μεθ᾿ όρκου ότι ουκ οίδα τον άνθρωπον. Μετά μικρόν δε προσελθόντες, οι εστώτες, είπον τω Πέτρω· αληθώς και συ εξ αυτών ει· και γαρ η λαλιά σου δήλόν σε ποιεί. Τότε ήρξατο καταναθεματίζειν και ομνύειν, ότι ουκ οίδα τον άνθρωπον. Καί ευθέως αλέκτωρ εφώνησε. Καί εμνήσθη ο Πέτρος του ρήματος ᾿Ιησού ειρηκότος αυτώ· ότι πριν αλέκτορα φωνήσαι, τρις απαρνήση με. Καί εξελθών έξω, έκλαυσε πικρώς. Πρωΐας δε γενομένης, συμβούλιον έλαβον πάντες οι Αρχιερείς και οι Πρεσβύτεροι του λαού κατά του ᾿Ιησού, ώστε θανατώσαι αυτόν· Καί δήσαντες αυτόν, απήγαγον, και παρέδωκαν αυτόν Ποντίω Πιλάτω τω ηγεμόνι.

{youtube}0HNx0fzHUQw{/youtube}
 



Ετικέτες