Η δίκη του Ιησού σε βίντεο

Loading...


Εξήλθεν ούν ο Πιλάτος προς αυτούς, και είπε· Τίνα κατηγορίαν φέρετε κατά του ανθρώπου τούτου; … λάβετε αυτόν υμείς και κατά τον νόμον υμών κρίνατε αυτόν. Είπον ούν αυτώ οι ᾿Ιουδαίοι· Ημίν ουκ έξεστιν αποκτείναι ουδένα· ίνα ο λόγος του ᾿Ιησού πληρωθή, ον είπε, σημαίνων ποίω θανάτω ήμελλεν αποθνήσκειν.

Εισήλθεν ούν εις το Πραιτώριον πάλιν ο Πιλάτος, και εφώνησε τον ᾿Ιησούν, και είπεν αυτώ· Συ ει ο Βασιλεύς των ᾿Ιουδαίων; Απεκρίθη αυτώ ο ᾿Ιησούς· αφ᾿ εαυτού συ τούτο λέγεις, η άλλοι σοι είπον περί εμού; Απεκρίθη ο Πιλάτος· Μήτι εγώ ᾿Ιουδαίός ειμι; το έθνος το σον, και οι Αρχιερείς παρέδωκάν σε εμοί· τι εποίησας; 

Απεκρίθη ο ᾿Ιησούς· Η βασιλεία η εμή ουκ έστιν εκ του κόσμου τούτου· ει εκ του κόσμου τούτου ην η βασιλεία η εμή, οι υπηρέται αν οι εμοί ηγωνίζοντο, ίνα μη παραδοθώ τοις ᾿Ιουδαίοις· νυν δε η βασιλεία η εμή ουκ έστιν εντεύθεν.  



Ετικέτες