Άγιος Ιωάννης Χρυσόστομος: ΛΟΓΟΣ ∆ʹ Περί νηστείας και σωφροσύνης

Loading...


Βούλει μαθείν όσος κόσμος ανθρώποις η νηστεία; όση ασφάλεια και φυλακή; εννόησόν μοι το μακάριον και θαυμαστόν γένος των μοναζόντων. Ούτοι γαρ τους εν μέσω θορύβους φυγόντες, και προς τας κορυφάς των ορέων αναδραμόντες, και τας καλύβας  εν  τη  της  ερημίας  ησυχία καθάπερ εν  ευδιεινώ  τινι  λιμένι  πηξάμενοι, ταύτην  συνέμπορον και συγκοινωνόν  του βίου 63.596 παντός  έλαβον.

∆ιά τούτο αγγέλους αυτούς εξ ανθρώπων  εποίησεν· ουκ εκείνους δε μόνον, αλλά και εν ταις πόλεσιν όσους αν εύρη προσιεμένους αυτήν, προς το αυτό της φιλοσοφίας  ύψος ανάγει. Εκείνη και νυν ημάς προς τον πατρώον συνήγαγεν οίκον· εκείνη και τους προ τούτου  ραθυμοτέρους  σήμερον προς  τας  μητρικάς  επανήγαγε  χείρας.  Ει δε προσδοκωμένη μόνον τοσαύτην υμίν ενεποίησε την σπουδήν, φανείσα και 63.597 παραγενομένη πόσην υμίν εργάσεται την ευλάβειαν;

Ει ταύτης ήκουσε της φωνής ο Αδάμ, ουκ αν ήκουσε της δευτέρας της λεγούσης, Γη ει, και εις γην απελεύση· αλλ’ επειδή ταύτης παρήκουσε, δια τούτο θάνατος και αθυμία και φροντίδες,  και ζωή θανάτου παντός χαλεπωτέρα. Και ώσπερ υβρισθείσα θάνατον επήγαγε τω υβρίσαντι, ούτω πάλιν  τιμηθείσα θάνατον  ανεκαλέσατο. Την γαρ των  Νινευιτών  πόλιν  την μεγάλην και θαυμαστήν επί γόνυ κειμένην, παρά αυτό το βάραθρον την κεφαλήν κλίνασαν,  και μέλλουσαν  την  άνωθεν  φερομένην  δέχεσθαι πληγήν,  καθάπερ τις άνωθεν επιστάσα δύναμις, εξ αυτών ήρπασε των του δημίου χειρών, και προς την ζωήν επανήγαγεν. Ίδωμεν τοίνυν πως ενήστευσαν οι Νινευίται, και πως της οργής απηλλάγησαν  εκείνης. Οι άνθρωποι  και τα κτήνη και τα πρόβατα και οι βόες μη νεμέσθωσαν, φησί. Τι λέγεις, ειπέ μοι; και τα άλογα νηστεύει, και ίπποι και ημίονοι σάκκω περιβάλλονται;

Ναι, φησί· καθάπερ γαρ ευπόρου τινός τελευτήσαντος, ουκ οικέτας μόνον, ουδέ θεραπαινίδας, αλλά και ίππους οι προσήκοντες σάκκω περιβαλόντες, ακολουθείν επί το μνήμα κελεύουσι, το μέγεθος της συμφοράς επιδεικνύμενοι,  και προς έλεον  άπαντας  επισπώμενοι,  ούτω  δη και της  πόλεως εκείνης απόλλυσθαι μελλούσης, και την άλογον φύσιν σάκκω περιέβαλον και ζυγώ νηστείας.   Ουκ  έστι   τα   άλογα   λόγω   μαθείν,   φησί,   του   Θεού  την   οργήν. Μανθανέτωσαν δια του λιμού· και γαρ τα μέλλοντα κοινωνείν της κολάσεως, κοινωνείτω  και της νηστείας. Ει δε τινες  των  ενταύθα  συνόντων  υπό ασθενείας σωματικής κωλυόμενοι,  ου δύνανται  άσιτοι διαμένειν,  τούτοις  παραινώ,  και την ασθένειαν την σωματικήν παραμυθείσθαι, και της διδασκαλίας ταύτης της πνευματικής  μη αποστερείν  εαυτούς,  αλλά  ταύτη  μάλλον  πλείονα  την  σπουδήν επιδείκνυσθαι. ∆ιά γαρ τούτο την αποχήν των βρωμάτων κελεύει γίνεσθαι ο Θεός, ίνα χαλινούντες  τα σκιρτήματα της σαρκός, ευήνιον αυτήν απεργαζώμεθα προς την των εντολών εκπλήρωσιν.

Ει δε μέλλοιμεν μηδέ την από νηστείας βοήθειαν εαυτοίς προσάγειν δια την του σώματος ασθένειαν, και πλείονα την ραθυμίαν επιδείκνυσθαι, τα μέγιστα ζημιούμεθα. Ει γαρ μετά νηστείας η των κατορθωμάτων έλλειψις ουδέν ημάς  ονίνησι,  πολλώ  μάλλον,  ει  μηδέ  τω  φαρμάκω  της  νηστείας  χρήσασθαι δυνάμεθα, πλείονα την ραθυμίαν επιδειξόμεθα, προς την των εντολών εκπλήρωσιν. Ει γαρ οι των βιωτικών  μετέχοντες πραγμάτων, ουκ αν ποτε ανάσχοιντο επιτηδεύματος  άψασθαι, μη πρότερον το εκείθεν κέρδος περισκοπήσαντες, πολλώ μάλλον  ημάς δίκαιον  τούτο ποιείν,  και μη απλώς  τας εβδομάδας των  νηστειών παρατρέχειν,   αλλά   διερευνάσθαι   την   εαυτών   συνείδησιν,   και   τον   λογισμόν βασανίζειν, και σκοπείν, τι μεν εν ταύτη τη εβδομάδι κατώρθωται, τι δε εν τη ετέρα, και τίνα  προσθήκην εδεξάμεθα εις την  επιούσαν, και ποίον  των  εν ημίν  παθών διωρθώσαμεν. Ει γαρ μη μέλλοιμεν ούτω τα καθ’ εαυτούς οικονομείν, και τοσαύτην επιμέλειαν ποιείσθαι της εαυτών ψυχής, ουδέν ημίν όφελος έσται της νηστείας και της ασιτίας ης υπομένομεν. Ει τοίνυν  δι’ ασθένειαν σωματικήν ου δύνασαι άσιτος παρατείνειν  την  ημέραν, ουδείς ευφρονών  υπέρ τούτου σε εγκαλέσαι δυνήσεται.

∆εσπότην γαρ έχομεν ήμερον και 63.598 φιλάνθρωπον,  και ουδέν των υπέρ δύναμιν παρ’  ημών  επιζητούντα.  Ουδέ γαρ την  αποχήν  των  βρωμάτων  και την  νηστείαν

απλώς απαιτεί παρ’ ημών γίνεσθαι, ουδέ δια τούτο, ίνα άσιτοι διαμένωμεν  μόνον,αλλ’ ίνα αφιστώντες εαυτούς από των βιωτικών πραγμάτων, πάσαν την σχολήν εν τοις πνευματικοίς  αναλίσκωμεν.  Ως ει μετά νηφούσης διανοίας  τον εαυτών  βίον ωκονομούμεν, και περί τα πνευματικά  πάσαν την σπουδήν επεδεικνύμεθα, και τη τροφή ούτω προσίεμεν, ως την χρείαν μόνον πληρούν, και εν ταις αγαθαίς πράξεσιν άπαντα  τον  βίον  καταναλίσκειν,  ουδέ χρεία  ην  ημίν  της  βοηθείας  της  από της νηστείας. Αλλ’ επειδή ράθυμός εστιν η φύσις η ανθρωπίνη,  και τη τρυφή και τη ανέσει μάλλον εαυτήν επιδίδωσι, δια τούτο καθάπερ πατήρ φιλόστοργος, την από της νηστείας  ημίν  ιατρείαν  επενόησεν ο φιλάνθρωπος  ∆εσπότης, ίνα  και τα της τρυφής ημίν εκκόπτηται, και την περί τα βιωτικά φροντίδα  μεταγάγωμεν  επί την των πνευματικών  εργασίαν. Αλλ’ εισί πολλοί των ανθρώπων, οι καθάπερ θηρίω τη νηστεία  πυκτεύειν  μέλλοντες,  ούτω τη γαστριμαργία καθοπλίζονται,  και διαρρήξαντες  εαυτούς και σκοτώσαντες, μετά πολλής  της παραφροσύνης υποδέχονται  το γαληνόν  και ήμερον της νηστείας όμμα. Και εάν ερωτήσω, τίνος ένεκεν εις βαλανείον τρέχεις σήμερον, λέγεις, Ίνα καθαρώ τω σώματι την νηστείαν υποδέξωμαι· εάν δε ερωτήσω, τίνος ένεκεν μεθύεις, πάλαι ερείς, Επειδή τη νηστεία εισιέναι μέλλω. Πως ουν ουκ άτοπον, σώματι μεν καθαρώ, ψυχή δε ακαθάρτω και μεθυούση την καλλίστην νηστείαν ταύτην υποδέχεσθαι;

Τοσούτον τοίνυν  εαυτούς εθίσωμεν εσθίειν, όσον προς το ζην μόνον, ουχ όσον διασπάσθαι και βαρύνεσθαι. Ου γαρ δια τούτο  εγενόμεθα  και ζώμεν,  ίνα  φάγωμεν  και πίωμεν,  αλλά  δια τούτο εσθίομεν, ίνα ζώμεν· ου γαρ το ζην δια το φαγείν, αλλά δια το ζην το φαγείν γέγονεν εξ αρχής. Προς χρείαν,  αδελφοί,  ου προς ηδονήν  η ζωή συμμεμέτρηται. Το ουν περιττόν  της  φύσεως  αποθέμενοι,  το αναγκαίον  μόνον  ασπασώμεθα. Τι γαρ της τραπέζης  εκείνης  αγιώτερον  γένοιτ’ αν, ένθα  μέθη μεν  και αδηφαγία  και πάσα ασωτία απελήλαται,  θαυμαστή δε τις αντεισενήνεκται  περί της φυλακής  των  του Θεού νόμων  άμιλλα· και παρατηρεί μεν ανήρ την  γυναίκα,  και όπως εις τα της επιορκίας μηδέποτε εμπέση βάραθρα· φυλάττει δε γυνή τον άνδρα, και καταδίκη τω παραβάντι κείται μεγίστη· ουκ επαισχύνεται δε ουδέ υπό των δούλων  ο δεσπότης ελέγχεσθαι, ουδέ τους οικέτας αυτού επί τούτοις διορθούν; Ουκ αν τις αμάρτοι την τοιαύτην οικίαν εκκλησίαν προσειπών.

Όπου γαρ σωφροσύνη τοσαύτη, ως εν καιρώ τρυφής μεριμνάν υπέρ των θείων νόμων, και τους παρόντας άπαντας υπέρ τούτου προς αλλήλους  αγωνίζεσθαι  και φιλονεικείν,  εύδηλον  ότι  δαιμόνων  μεν  άπασα πονηρά  δύναμις  απελήλαται,  ο  Χριστός δε  πάρεστιν  επί  τη  καλή  των  δούλων φιλονεικία. Αλλά πολλή μεν η ηδονή τη κακία, φησί, πολύς δε τη αρετή συνέζευκται ο πόνος και ο ιδρώς. Και ποία 63.599 σοι χάρις ην, τίνος δ’ αν έλαβες μισθόν, ει μη επίπονον  το πράγμα ην; Και γαρ πολλούς έχω δείξαι φύσει το μίγνυσθαι γυναιξί μισούντας· τούτους ουν σώφρονας καλέσομεν η στεφανώσομεν; Ουδαμώς· σωφροσύνη γαρ  εστιν  εγκράτεια,  και  το  μαχομένων  περιγενέσθαι  των  ηδονών. Πολλάκις γαρ ημών  την  διάνοιαν  κύματα καταλαμβάνει  παθών,  των  θαλαττίων αγριώτερα, και πολλήν  αυτή εμποιούντα  την  σύγχυσιν· αλλ’ ο μεν ράθυμος και κατημελημένος,  αρχομένου  του χειμώνος,  ευθέως  θορυβείται, ταράττεται, κλονείται, περιορά γινομένην υποβρύχιον την ψυχήν υπό των παθών, και ναυάγιον υπομένουσαν· ο δε καρτερός και νεανικός,  καθάπερ κυβερνήτην  επί των  οιάκων, ούτω  τον  λογισμόν  επάνω  των  παθών  καθίσας, ου  πρότερον  αφίσταται  πάντα ποιών, έως αν κατευθύνη το σκάφος προς τον εύδιον της φιλοσοφίας λιμένα. Μη δη καταμαλάττωμεν  ημών την ισχύν μηδέ εκκόπτωμεν  τα νεύρα ταις των γυναικών ομιλίαις. Και γαρ άφατος και πολλή ταις ψυχαίς ημών εντεύθεν εισρεί κακία. Τι γαρ, ει και μη αισθανόμεθα τη φιλία μεθύοντες;

Τούτο γαρ αυτό πάντων εστί δεινότατον, ότι ουδέ ίσμεν όπως εκνευριζόμεθα, και κηρού παντός γινόμεθα μαλακώτεροι. Καθάπερ γαρ  τις  λέοντα  γαύρον  και  βλοσυρόν  λαβών,  είτα  αποκείρας  μεν  την κόμην, ανελών δε τους οδόντας, και περιελών τους όνυχας, αισχρόν ποιεί και καταγέλαστον, και παιδίοις ευκαταγώνιστον,  τον φοβερόν και αφόρητον  και από μόνου του βρυχήματος πάντα σείοντα· ούτω δη και αύται πάντας όσους αν λάβωσι, ευχειρώτους τω διαβόλω ποιούσι, μαλακωτέρους, θερμοτέρους, αναισχύντους, ανοήτους, ακροχόλους, θρασείς, ακαίρους, αγεννείς, απηνείς, δουλοπρεπείς, ανελευθέρους, ιταμούς, φλυάρους, και απλώς πάντα τα γυναικεία πάθη τα διεφθαρμένα φέρουσαι εις την τούτων εναπομάττονται  ψυχήν. Αμήχανον ουν τον γυναιξί  συνοικούντα  μετά συμπαθείας τοσαύτης και ταις  εκείνων  εντρεφόμενον ομιλίαις, μη αγύρτην τινά είναι και αγοραίον και συρφετώδη· καν γαρ φθέγγηταί τι, πάντα από των ιστών και των ερίων φθέγξεται, της γλώσσης αυτού τη ποιότητι των γυναικείων  αναχρωσθείσης ρημάτων· καν  ποιή τι, μετά πολλής  τούτο εργάζεται δουλοπρεπείας, πόρρω της Χριστιανοίς πρεπούσης ελευθερίας εαυτόν αποικίσας, και προς ουδέν  των  μεγάλων  κατορθωμάτων  γενόμενος  χρήσιμος. Ει τοίνυν  βούλει δείξαι σαφώς ημίν, ότι ου χαίρεις αισχρά φθεγγόμενος, μηδέ ακούειν ανέχου. Νυν δε πότε δυνήση τους υπέρ της σωφροσύνης ιδρώτας ενεγκείν, κατά μικρόν υπορρέων υπό του γέλωτος και των αισχρών τούτων ρημάτων; Και γαρ αγαπητόν, απάντων τούτων καθαρεύουσαν ψυχήν, δυνηθήναι γενέσθαι σεμνήν και σώφρονα. Και μη μοι λεγέτω  τις, 63.600 ότι Ου δύναμαι σωθήναι, εάν μη αποτάξωμαι  γυναικί,  εάν μη αποτάξωμαι παιδίοις, εάν μη αποτάξωμαι πράγμασι μη γαρ κώλυμα ο γάμος; βοηθός σοι δέδοται η γυνή· μη γαρ επίβουλος; Ουχί φαύλος ο γάμος, αλλά κακόν η πορνεία.

Εγώ τω εμώ κινδύνω εγγυώμαί σοι την σωτηρίαν. Ει δε φαύλη εστί, μη προφασίζου· και γαρ η γυνή του Ιώβ πονηρά ην και φαύλη, και βλασφημείν αυτώ συνεβούλευε. Τι  ουν;  έσεισε τον  πύργον;  κατήνεγκε  τον  αδάμαντα;  περιεγένετο  της  πέτρας; Ουδαμώς· αλλ’ εκείνη προσέκρουσε, και ο πύργος ασφαλέστερος εγένετο· ο καρπός ετρυγήθη,  και  το  δένδρον  ουκ  εσαλεύθη·  τα  φύλλα  έπεσε, και  η  ρίζα  έμεινεν ασάλευτος. Ώσπερ ουν κυβερνήτης εν λιμένι  ναυάγιον  εργαζόμενος ουκ αν τύχοι συγγνώμης  τινός, ούτως ουδέ άνθρωπος μετά την ασφάλειαν την από του γάμου τους ετέρων διορύττων γάμους, η γυναίκα ηντιναούν περιέργως ορών, ουκ αν τύχοι τινός  απολογίας,  ούτε  παρά  ανθρώποις,  ούτε  παρά  Θεώ, καν  μυριάκις  την  της φύσεως επιθυμίαν  προβάλληται. Ποία γαρ εκ της τοιαύτης  επιθυμίας  γένοιτο  αν ηδονή,  όταν  φόβος  παρή και  αγωνία  και  κίνδυνος  και  δικαστηρίων  φόβος  και ευθυνών,  και δικαστού θυμός λογίζεται  και ξίφος  και δήμιος  και βάραθρον και απαγωγή;

Ο γαρ τοιούτος και τας σκιας και τους τοίχους και αυτούς τους λίθους καθάπερ φωνήν  αφιέντας,  ούτως  υφοράται  και υποπτεύει,  και πάντα  τρέμει και δέδοικε, και τη προσδοκία των  τοσούτων δεινών  την ψυχήν  καταδάκνεται.  Ώστε ουχί κώλυμα ο γάμος, αλλά ασφάλεια μάλλον της σωφροσύνης εστί. Τοσούτον γαρ εστιν η παρθενία πράγμα, και τοσούτου δείται πόνου, ότι κατελθών  εξ ουρανού ο Χριστός, ίνα  τους ανθρώπους  αγγέλους  ποιήση, και την  άνω  πολιτείαν  ενταύθα καταφυτεύση, ουδέ τότε εθάρρησεν επιτάξαι τούτο ουδέ εις νόμου τάξιν αγαγείν· αλλ’ αποθνήσκειν  μεν  δι’ αυτόν  ενομοθέτησεν, ου τι  βαρύτερον  γένοιτ’ αν; και σταυρούσθαι διηνεκώς, και τους εχθρούς ευεργετείν· παρθενεύειν δε ουκ ενομοθέτησεν, αλλ’ αφήκεν  εν τη των  ακουόντων  κείσθαι προαιρέσει, ειπών,  Ο δυνάμενος  χωρείν,  χωρείτω.  Και γαρ μέγας ο όγκος του πράγματος, και σφόδρα αποκεκρυμμένον  τούτο  της  αρετής  το  χωρίον.  Και τούτο  δηλούσι  και  οι  εν  τη Παλαιά πολλά κατορθώσαντες. Και γαρ Μωϋσής εκείνος ο μέγας, των προφητών το κεφάλαιον,   ο  γνήσιος  τω  Θεώ  φίλος,  ο  τοσαύτης  απολαύσας  παρρησίας,  ως εξακοσίας χιλιάδας γενομένας υπευθύνους κολάσει εξαρπάσαι θεηλάτου πληγής, ο τοσούτος και τηλικούτος ανήρ, θαλάττη μεν επέταξε, και πέλαγος έσχισε, και πέτρας διέρρηξε, και αέρα μετέβαλε, και το Νειλώον ύδωρ ες αίμα μετέστησε, και πάσαν την κτίσιν μετεστοιχείωσε, και μυρία έτερα επεδείξατο θαύματα, και αρετής πολλά κατορθώματα· προς δε τους αγώνας τούτους ουδέ αντιβλέψαι  ίσχυσε, αλλ’ εδεήθη γάμου και της εντεύθεν ασφαλείας· και ουκ ετόλμησεν εις το της παρθε 63.601 νίας πέλαγος εαυτόν εκδούναι, τα εκείθεν κύματα δεδοικώς.

Και ο πατριάρχης δε, ο του παιδός ιερεύς, το μεν τυραννικώτατον  της φύσεως ίσχυσε καταπαλαίσαι πάθος, και παίδα ανελείν εδυνήθη, και παίδα τον Ισαάκ εν αυτώ της ηλικίας τω άνθει, εν αυτή της νεότητος τη ακμή, μονογενή, γνήσιον, και παρ’ ελπίδα πάσαν αυτώ δεδομένον, και αναγαγείν  αυτόν επί το όρος ίσχυσε, και μάχαιραν ήρπασε, και δια του λαιμού του παιδός το ξίφος ώθησε· και γαρ ώθησε και ήμαξεν· αλλ’ όμως ο τοσούτον και τηλικούτον ισχύσας διανύσαι άθλον, αυτής εξελθών της φύσεως, προς τους αγώνας της  παρθενίας  αποδύσασθαι ουκ ετόλμησεν, αλλ’ έδεισε και αυτός  τα σκάμματα ταύτα, 63.602 και την εκ του γάμου παραμυθίαν επεσπάσατο. Και ο δίκαιος δε Ιώβ, ος την  του διαβόλου  συνέκοψεν  όψιν,  παιόμενος,  ου παίων,  και άπαν  υπέμεινε πειρασμών  είδος,  και  έκαστον  μεθ’  υπερβολής  απάσης· τα  γαρ  δοκούντα  είναι λυπηρά και όντα, ταύτα πάντα εις εν εξεχύθη σώμα, και μιας κατεσκεδάσθη ψυχής της εκείνου· ο τοσούτος ουν  και τηλικούτος  ανήρ, ο τοσαύτας ανάγκας  φύσεως καταπατήσας, ουκ ετόλμησεν ουδέ αυτός εις τον αγώνα τούτον καθείναι, αλλά και γυναικός  απέλαυσε, και πατήρ εγένετο  παίδων  τοσούτων. Ουδαμού γαρ αγαμίαν ενομοθέτησεν ο Θεός· ω πρέπει δόξα και τιμή και προσκύνησις, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.



Ετικέτες