Προσευχή για καρκινοπαθείς, για στήριξη και θεραπεία

Loading...


Εις τό όνομα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος. Αμήν.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)

Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Δί ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά Σου. Ευλογημένη Σύ εν γυναιξί, καί ευλογημένος ο καρπός τής κοιλίας Σου, ότι Σωτήρα έτεκες, τών ψυχών ημών.

Βαπτιστά τού Χριστού, πάντων ημών μνήσθητι, ίνα ρυσθώμεν τών ανομιών ημών, σοί γάρ εδόθη χάρις, πρεσβεύειν υπέρ ημών.

Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιόν του Παρακλήτου, ανεδείχθης θεοφόρε Αρσένιε, καί τών θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Όσιε, Χριστόν τόν Θεόν ικέτευε, δωρήσασθαι, ημίν τό μέγα έλεος

Δεύτε προσκυνήσομεν καί προσπέσωμεν τώ Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσομεν καί προσπέσωμεν Χριστό τώ Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσομεν καί προσπέσωμεν Αυτώ Χριστώ τώ Βασιλεί καί Θεώ ημών.

Ψαλμός 37

Κύριε, μή τώ θυμώ σου ελέγξης με, μηδέ τή οργή σου παιδεύσης με. ότι τά βέλη σου ενεπάγησάν μοι, καί επεστήριξας επ εμέ τήν χείρά σου· ουκ έστιν ίασις εν τή σαρκί μου από προσώπου τής οργής σου, ουκ έστιν ειρήνη εν τοίς οστέοις μου από προσώπου τών αμαρτιών μου. ότι αι ανομίαι μου υπερήραν τήν κεφαλήν μου, ωσεί φορτίον βαρύ εβαρύνθησαν επ εμέ. προσώζεσαν καί εσάπησαν οι μώλωπές μου από προσώπου τής αφροσύνης μου· εταλαιπώρησα καί κατεκάμφθην έως τέλους, όλην τήν ημέραν σκυθρωπάζων επορευόμην. ότι αι ψόαι μου επλήσθησαν εμπαιγμάτων, καί ουκ έστιν ίασις εν τή σαρκί μου· εκακώθην καί εταπεινώθην έως σφόδρα, ωρυόμην από στεναγμού τής καρδίας μου. Κύριε, εναντίον σου πάσα η επιθυμία μου, καί ο στεναγμός μου από σού ουκ απεκρύβη. η καρδία μου εταράχθη, εγκατέλιπέ με η ισχύς μου, καί τό φώς τών οφθαλμών μου, καί αυτό ουκ έστι μετ εμού. οι φίλοι μου καί οι πλησίον μου εξ εναντίας μου ήγγισαν καί έστησαν, καί οι έγγιστά μου από μακρόθεν έστησαν· καί εξεβιάζοντο οι ζητούντες τήν ψυχήν μου, καί οι ζητούντες τά κακά μοι ελάλησαν ματαιότητας, καί δολιότητας όλην τήν ημέραν εμελέτησαν. εγώ δέ ωσεί κωφός ουκ ήκουον καί ωσεί άλαλος ουκ ανοίγων τό στόμα αυτού· καί εγενόμην ωσεί άνθρωπος ουκ ακούων καί ουκ έχων εν τώ στόματι αυτού ελεγμούς. ότι επί σοί, Κύριε, ήλπισα· σύ εικακούση, Κύριε ο Θεός μου. ότι είπα· μήποτε επιχαρώσί μοι οι εχθροί μου· καί εν τώ σαλευθήναι πόδας μου επ εμέ εμεγαλορρημόνησαν. ότι εγώ εις μάστιγας έτοιμος, καί η αλγηδών μου ενώπιόν μού εστι διαπαντός. ότι τήν ανομίαν μου εγώ αναγγελώ καί μεριμνήσω υπέρ τής αμαρτίας μου. οι δέ εχθροί μου ζώσι καί κεκραταίωνται υπέρ εμέ, καί επληθύνθησαν οι μισούντές με αδίκως· οι ανταποδιδόντες μοι κακά αντί αγαθών ενδιέβαλλόν με, επεί κατεδίωκον αγαθωσύνην. μή εγκαταλίπης με, Κύριε· ο Θεός μου, μή αποστής απ εμού· πρόσχες εις τήν βοήθειάν μου, Κύριε τής σωτηρίας μου.

Ευαγγέλιο
Κατά Ματθαίον, Κεφάλαιο 8/5-17

Εισελθόντι δέ αυτώ εις Καπερναούμ προσήλθεν αυτώ εκατόνταρχος παρακαλών αυτόν καί λέγων· Κύριε, ο παίς μου βέβληται εν τή οικία παραλυτικός, δεινώς βασανιζόμενος. καί λέγει αυτώ ο Ιησούς· εγώ ελθών θεραπεύσω αυτόν. καί αποκριθείς ο εκατόνταρχος έφη· Κύριε, ουκ ειμί ικανός ίνα μου υπό τήν στέγην εισέλθης· αλλά μόνον ειπέ λόγω, καί ιαθήσεται ο παίς μου. καί γάρ εγώ άνθρωπός ειμι υπό εξουσίαν, έχων υπ εμαυτόν στρατιώτας, καί λέγω τούτω, πορεύθητι, καί πορεύεται, καί άλλω, έρχου, καί έρχεται, καί τώ δούλω μου, ποίησον τούτο, καί ποιεί. ακούσας δέ
ο Ιησούς εθαύμασε καί είπε τοίς ακολουθούσιν· αμήν λέγω υμίν, ουδέ εν τώ Ισραήλ τοσαύτην πίστιν εύρον. λέγω δέ υμίν ότι πολλοί από ανατολών καί δυσμών ήξουσι καί ανακλιθήσονται μετά Αβραάμ καί Ισαάκ καί Ιακώβ εν τή βασιλεία τών ουρανών, οι δέ υιοί τής βασιλείας εκβληθήσονται εις τό σκότος τό εξώτερον· εκεί έσται ο κλαυθμός καί ο βρυγμός τών οδόντων. καί είπεν ο Ιησούς τώ εκατοντάρχω· ύπαγε, καί ως επίστευσας γενηθήτω σοι. καί ιάθη ο παίς αυτού εν τή ώρα εκείνη. Καί ελθών ο Ιησούς εις τήν οικίαν Πέτρου είδε τήν πενθεράν αυτού βεβλημένην καί πυρέσσουσαν· καί ήψατο τής χειρός αυτής, καί αφήκεν αυτήν ο πυρετός καί ηγέρθη καί διηκόνει αυτώ. Οψίας δέ γενομένης προσήνεγκαν αυτώ δαιμονιζομένους πολλούς, καί εξέβαλε τά πνεύματα λόγω καί πάντας τούς κακώς έχοντας εθεράπευσεν, όπως πληρωθή τό ρηθέν διά Ησαΐου τού προφήτου λέγοντος· αυτός τάς ασθενείας ημών έλαβε καί τάς νόσους εβάστασεν.

Κομβοσχοίνι: Το «Κύριε Ιησού Χριστέ, ελέησόν με» & «Άγιε Αρσένιε, πρέσβευε υπέρ ημών»

Απολυτίκιο Οσίου Παταπίου
Θείας κλήσεως, ιχνηλατήσας, εκ νεότητας, τας επιδόσεις, δι ασκήσεως τω κόσμω εξέλαμψας και δοξασθείς απάθειας ταις χάρισι,
πάθη ποικίλα ίασαι Πατάπιε, Πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Απολυτίκιο Αγίων Αναργύρων
Άγιοι Ανάργυροι καί θαυματουργοί, επισκέψασθε τάς ασθενείας ημών· δωρεάν ελάβατε, δωρεάν δότε ημίν.

Απολυτίκιο Αγίου Παντελεήμονος
Αθλοφόρε Άγιε, καί ιαματικέ Παντελεήμον, πρέσβευε τώ ελεήμονι Θεώ, ίνα πταισμάτων άφεσιν, παράσχη ταίς ψυχαίς ημών.

Δί ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

Τού Αγίου Αρσενίου τού Καππαδόκη



Ετικέτες