Προσευχή στην Παναγία

Loading...


Ανυμνών μεγαλύνω Σε, Άχραντε,
την το γένος ημών μεγαλύνασαν.

Δυσωπών δυσωπώ Σε Πανύμνητε,
την αεί τον Υιόν δυσωπήσασαν.

Ευλογών μακαρίζω Σε, Δέσποινα,
ην πιστών γενεαί μακαρίζουσιν.
Αναμέλπω την χάριν Σου, Άνασσα,
ην αγγέλων χοροί μεγαλύνουσιν.

Θεομήτορ Μαρία Θεονυμφε
τας οδούς μου κατεύθυνον, δέομαι.
Μητροπάρθενε, Δέσποινα, άσπιλε,
κινδυνεύοντα συ διεφύλαττε.

Σωτηρίας ημών το κεφάλαιον,
σωτηρίαν εμοί ου απέργασαι.
Ευδοκίας ημών το προοίμιον,
ευλογίαν καμοί θείαν δώρησαι.

Θησαυρέ της ζωής αδαπάνητε,
την ψυχή μου πτωχεύσασαν πλούτισον.
Φωτοφόρε λυχνία ολόφωτε,
σκοτισθέντα τον νούν μου καταύγασον.

Χαριτόβρυτε Μήτηρ Πανύμνητε,
των δεινών και κινδύνων διασωσον.
Αειπάρθενε νύμφη ανύμφευτε,
διαφύλαξον με πολεμούμενον.

Αθεμίτοις, Πανάμωμε, πταίσμασι
της ψυχής μου το κάλλος ημαύρωσα,
πλην ευδόκησον πλύναι τοις δάκρυσι
ην αφρόνως ο τάλας ηχρείωσα.

Τον Υιόν και Θεόν Σου ικέτευσον,
και κριτήν ευμενή μοί απέργασαι.
Σαίς πρεσβείαις ικέτην οικείωσον
και δεινής καταδίκης με λύτρωσαι.

Προσευχή του Αγίου Νεκταρίου, από την πρώτη Ωδή



Ετικέτες