Χαιρετισμοί στον Άγιο Γεώργιο τον Μεγαλομάρτυρα & Τροπαιοφόρο

Loading...


Αρχιμ.Φιλοθέου Νικολάκη και Γεωργίου Μαγκιρίδη

Κοντάκιον Ήχος πλ. δ ́. Τη υπερμάχω
Ως του Χριστού Μεγαλομάρτυρα παμμέγιστον, και της Παρθένου κατά πάντα φίλον γνήσιον, ανυμνούμέν σε, Γεώργιε στρατηλάτα. αλλ’ ως έχων εξ αυτής του Όρους άπασαν προστασίαν και ημάς αεί περίσωζε τους βοώντάς σοι·

Χαίροις Μάρτυς Γεώργιε.

Άγγελοι σούς αγώνας και τους άθλους ιδόντες, εθαύμασαν Γεώργιε Μάρτυς (γ ́)· άνθρωποι δε και των Ασωμάτων τάγματα, σε νικητήν συνέχαιρον· και έκθαμβος ο Μιχαήλ Αρχάγγελος, προς σε κραυγάζει ταύτα·
Χαίρε, ο μείζων εν αθλοφόροις·
χαίρε, ο μέγας εν τοις ανθρώποις.
Χαίρε, Καππαδόκων το άνθος το εύοσμον· χαίρε, Παλαιστίνης το κλέος το ένθεον.
Χαίρε, Μάρτυς και υιός Μάρτυρος χριστιανού πατρός·
χαίρε, ου τω τάφω ώρκισε μήτηρ σου Χριστώ μείναι πιστός.
Χαίρε, ότι τω κάλλει ως Αρχάγγελος ώφθης·
χαίρε, ότι εν ίππω αστραπή καθωράθης.
Χαίρε, στρατού το έξοχον θέαμα·
χαίρε, λαού θρύλος και ίνδαλμα.
Χαίρε, Θεόν ο δοξάσας και Πλάστην·
χαίρε, υπέρτερος πάντων εν πάσι·
Χαίρε, Μάρτυς Γεώργιε.

Βλέπων σε στρατευθέντα, ο δεινός Αυτοκράτωρ, αξίωμα χαρίζει σοι μέγα, οπλίτα Γεώργιε· μη ειδώς Χριστού πιστόν σε ο άπιστος, Χιλίαρχον, εν τω στρατώ σε έθετο, τον ψάλλοντα τη Τριάδι· Αλληλούια.

Γνώσιν έχων ευθείαν, ο σοφός προς τα θεία, εγένετο γνωστός εν γη πάση· και την των Λασσαίων πόλιν έφιππος διελθών, τερατώδη δράκοντα απέκτεινε ο πάγκαλος, διό και παρ’ ημών ακούει·
Χαίρε, Ρωμαίων στρατού στρατάρχα·
χαίρε, αδικουμένων μέγιστε προστάτα Χαίρε, της ανδρείας το έμψυχον άγαλμα·
χαίρε, της αγνείας το έξοχον άρωμα.
Χαίρε, ότι διεσπάραξας δράκοντα τον φοβερόν·
χαίρε, ότι φήμην δέδωκας ήρωος παντί λαώ.
Χαίρε, ος ελυτρώσω βασιλίδα θανάτου·
χαίρε, ος απεσπάσω τον λαόν εκ βαράθρου.
Χαίρε, πηγήν ο βλύσας τω λόγω σου·
χαίρε, την γην πληρώσας πληρώσας θαυμάτων σου.
Χαίρε, πτωχοίς τον σον πλούτον σκορπίσας·
χαίρε, Εδέμ θησαυρούς ο συνάξας·
Χαίρε, Μάρτυς Γεώργιε.

Δύναμις του Υψίστου, δυνατόν κατά πάντα, Γεώργιε έδειξέ σε, Μάρτυς· καταφρονών γαρ τιμών βασιλέως, αυτού την αθείαν ήλεγξας, και τον Χριστόν Θεόν εκήρυξας, μεγαλοφώνως κράζων·
Αλληλούια.

Έφιππος εν πολέμοις, νίκης τρόπαια φέρεις, διό Τροπαιοφόρος εκλήθης· εν ειρκτή δε κατ’ όναρ Χριστός, φίλημά σοι δέδωκε στεφανώσας σε· δηλητήρια δε πιών και μείνας αβλαβής ακούεις παρ’ ημών τοιαύτα·
Χαίρε, Γεώργιε αθλοφόρε· χριστιανος.gr
χαίρε, αήττητε τροπαιοφόρε.
Χαίρε, των Μαρτύρων ο πρώτος και μέγιστος·
χαίρε, νικητής κατά πάντων θεόστεπτος.
Χαίρε, ότι τρώσεις έφερες συ εν όλη σου σαρκί·
χαίρε, ότι ενεκλείσθης εν ζοφώδει φυλακή.
Χαίρε, ότι ετέρφθης τη Δεσπότου εμφανίσει·
χαίρε, ότι εδέχθης χάριν τη Αυτού κατασπάσει.
Χαίρε, εγγύς Χριστού ο ιστάμενος·
χαίρε, Αυτού το θαρρος δεξάμενος.
Χαίρε, δι’ Ον τας κολάσεις υπέστης· χαίρε, προς Ον παρ’ ελπίδι μετέστης·
Χαίρε, Μάρτυς Γεώργιε.

Ζέων του θείου πόθου, ώσπερ λέων, ο Μάρτυς, προς τους αγώνας ώρμησεν μόνος· εκακουχήθη γαρ εν δίψη και λιμώ, και επί ξύλω τοις ποσί κατεπιέσθη, και πόνους υπομένων τρομερούς, εβόα ούτως·
Αλληλούια.

Ήνεγκας την φρικώδη, του τροχού κακουχίαν, και όλος συ μία πληγή έστης, ω Γεώργιε, τοις ορώσί σε· αλλ’ ο θείος Άγγελος λύσας των δεσμών σε υγιή και ωραιότατον ως πριν έδειξεν τοις βοώσι·
Χαίρε, δαρθείς βουνεύροις το σώμα·
χαίρε, τυφθείς κοντώ την γαστέρα.
Χαίρε, ο τροχού υποστάς την δυσχέρειαν·
χαίρε, ο Θεού εκδεξάμενος πρόνοιαν.
Χαίρε, εν ασβέστου λάκκω εμβληθείς τω φλογερώ·
χαίρε, αβλαβής ο μείνας ενδυσάμενος Χριστόν.
Χαίρε, ο υπομείνας σιδηράς τε κρηπίδας·
χαίρε, ο βηματίσας συν αυταίς ώσπερ γίγας.
Χαίρε, αυτάς ποσί περιθέμενος·
χαίρε, αυτών τους ήλους δεξάμενος.
Χαίρε, πληγάς παντί τω σώματι ο εσχηκώς·
χαίρε, τω Θεώ τον ύμνον και το αίμά σου προσενεγκών·
Χαίρε, Μάρτυς Γεώργιε.

Θέλων αυτόκλητος ήλθον, και θνήσκω υπέρ Χριστού προθύμως εκραύγαζε τοις παρανόμοις ο γενναίος οπλίτης· σώμά μου ο παρέδωκα τω Ιησού, όλον μεληδόν κατακόψατε, νικά γαρ Χριστού ο πόθος της σαρκός τον πόνον εν τω ψάλλειν ούτως·
Αλληλούια.

Ίδον οι παρεστώτες, θεοδώρητον θαύμα, γενόμενον διά σού αθλοφόρε· είδον ζωοθέντα νεκρόν, ον μετά ταφήν, και χρονίαν εν μνήματι κατάθεσιν, θανόντα προ Χριστού, ανέστησας ακούων παρά πάντων ούτως·
Χαίρε, τον άρχοντα άδου νικήσας·
χαίρε, νεκρόν ευχή αναστήσας.
Χαίρε, ούτος γαρ τον Χριστόν Θεόν εκήρυξε·
χαίρε, ότι και αύθις πεσών προσεκύνησε.
Χαίρε, ότι συ απέδειξας την ανάστασιν νεκρών·
χαίρε, ο το δεσμωτήριον διδακτήριον ποιών.
Χαίρε, ότι και λίθον δέχεταί σου το στήθος·
χαίρε, ότι βασάνων υπομένεις το πλήθος.
Χαίρε, δι’ ου Χριστός συνδοξάζεται· χριστιανος.gr
χαίρε, δι’ ου εχθρός μυκτηρίζεται.
Χαίρε, Γεώργιε την γην ο ουρανώσας·
χαίρε, τα ουράνια άθλοις σου ο εκθαμβώσας·
Χαίρε, Μάρτυς Γεώργιε.

Κάτω, τους εις τα άνω του βωμού ισταμένους θεούς, τους μη θεούς, διά λόγου συνέτριψας· εις μόνος Θεός εστιν ο Χριστός, του εν τω ειδώλω δαίμονος ομολογούντος μεν, αλλά μηδέποτε βοώντος ούτως·
Αλληλούια.

Λέλυται ο Διοκλητιανός της ελπίδος, και δίδωσι κατά του αγίου, και αυτής της βασιλίσσης Αλεξάνδρας, θανάτου την απόφασιν· και νυν ο μέγας του Χριστού πρωταθλητής, δέχεται χαίρων και ημών τον ύμνον, αναβοώντων πόθω·
Χαίρε, Γεώργιε χριστομάρτυς·
χαίρε, συν τη Αλεξάνδρα αύθις.
Χαίρε, βασιλέαν ελέγξας τον άθεον·
χαίρε, βασιλίδος ο δείξας το φιλόθεον.
Χαίρε, ότι ξίφος έκοψεν την ωραίαν κεφαλήν·
χαίρε, ότι στέφος είληφας άφθαρτον εν ουρανοίς.
Χαίρε, ότι το σώμά σου καταλέλοιπας εν γη·
χαίρε, ότι το πνεύμά σου έδωκας Θεού χειρί.
Χαίρε, δι’ ο οικείς τα ουράνια·
χαίρε, δι’ ο φρουρείς τα επίγεια.
Χαίρε, δι’ ου εκ κινδύνων λυτρούμεθα·
χαίρε, δι’ ου ευφροσύνης πληρούμεθα.
Χαίρε, Μάρτυς Γεώργιε.

Μέγαν σοι ωκοδόμησε ναόν, Κωνσταντίνος ο Μέγας, τω σω τάφω εν Λύδδα· εν ω κατετέθη θεία χάριτι, η ση αγία σορός, προς ον ενατενίζοντες, λατρείαν νυν προσφέρομεν Θεώ και ύμνον, τον χερουβικόν·
Αλληλούια.

Νυν, πανένδοξε Μάρτυς, η λαμπρά εορτή σου, δις του έτους τελείται, στρατάρχα· εν αίς, άρχοντες, λαός και άπασαι φυλαί της γης, προστρέχοντες τοις σοίς ναοίς, βοώσιν εν αγαλλιάσει ούτως·
Χαίρε, λαμπρόν της χάριτος έαρ·
χαίρε, θνητών αθάνατον νέκταρ.
Χαίρε, Εκκλησίας δόξα και θρίαμβος·
χαίρε, ευσεβών βασιλέων υπέρμαχος.
Χαίρε, ότι τη κοιμήσει σου έαρ χαίρει και σκιρτά·
χαίρε, ότι την μετάθεσιν του σκήνους σου χειμών ορά.
Χαίρε, ο αγιάζων την περίοδον πάσαν·
χαίρε, ο καταυγάζων την περίγειον πάσαν.
Χαίρε, δι’ ου σκιρτώσι φιλέορτοι·
χαίρε, εν ω θρηνούσιν οι δαίμονες. χριστιανος.gr
Χαίρε, χαράς ο τρυφών ουρανίου·
χαίρε, ημάς ο πληρών παντός θείου·
Χαίρε, Μάρτυς Γεώργιε.

Ξένα σου Μάρτυς φαίνει, τα τεράστια πάντα, Γεώργιε, και λίαν φρικώδη· τον γαρ δαίμονα προστάζει σου δεσμοίς κρατείς αμετάθετον, ταπεινώσας τον υπερήφανον, τον μη ταπεινούμενον και τω Θεώ κραυγάζειν ούτως·
Αλληλούια.

Όλος απενεκρώθη, ο το τόξον ευθύνας, του βλάψαι την εικόνα σου, Μάρτυς, εν τω ναώ σου Σαρακηνός, ου το βέλος προς εαυτόν επέστρεψεν· συ δε τούτον ανέστησας, φρικτώ θαύματι, σοι βοώντα·
Χαίρε, ναού σου η ευκοσμία·
χαίρε, στρατού σου η πανοπλία.
Χαίρε, των απίστων το τραύμα Γεώργιε·
χαίρε, των πιστών το θαύμα μυριόνικε.
Χαίρε, ότι πανταχού ηγέρθη σοι σεβάσμιος ναός·
χαίρε, ότι ση σεπτή εικών υπάρχει εν παντί Θεού ναώ.
Χαίρε, τον φονευθέντα ασεβή ο αναστήσας·
χαίρε, ο τον δυσσεβούντα Μάρτυρα Χριστού ποιήσας.
Χαίρε, ο δούς τω μεν αναζώωσιν·
χαίρε, ο δούς τω δε την συγχώρησιν.
Χαίρε, ο ομοιάζων τη ψυχή σου Αγγέλοις·
χαίρε, ο υπερβάλλων τους πολλούς εν τω κάλλει·
Χαίρε, Μάρτυς Γεώργιε.

Πάσα τάξις Αγγέλων, και πιστών Ορθοδόξων, δοξάζει σε και απίστων, Μάρτυς· και τα σα θαυμάσια σοφέ, και την προς Θεόν παρρησίαν βλέπουσα, βοά εν παντί τόπω προς Αυτόν και μετά σού απαύστως·
Αλληλούια.

Ρύσαι, παντός κινδύνου, τους ημάς σε καλούντας, και δέχου τας ημών ικεσίας, ως εδέξω των απανταχού της Οικουμένης εν αιχμαλωσία, θρήνους και δάκρυα, ούς ως συμπαθής ηλευθέρωσας, ακούων παρά πάντων ούτως·
Χαίρε, ο Άγγελος εν ανθρώποις·
χαίρε, ο ένυλος εν Αγγέλοις.
Χαίρε, ο κατορθώσας τελειότητος μέτρον·
χαίρε, ο επιφθάσας αγιότητος ύψος.
Χαίρε, ότι πολλούς έσωσας αιχμαλώτους αθλητά·
χαίρε, ότι τούτους έπλησας της ενθέου σου χαράς.
Χαίρε, ο θριαμβεύσας κατ’ εχθρών εν πολέμοις·
χαίρε, ο ταπεινώσας τον εχθρόν θείοις έργοις.
Χαίρε, ο εν πολέμου τη τέχνη ανίκητος·
χαίρε, ο εν πάσι τοις άθλοις ακαταγώνιστος.
Χαίρε, ελπίς και χαρά αιχμαλώτων·
χαίρε, ισχύς και στοργή αδυνάτων·
Χαίρε, Μάρτυς Γεώργιε.

Σώσον, Θεέ μου σούς δούλους, δι’ εμού, τους τιμώντάς με, ο Μάρτυς Γεώργιος κράζει· και ως Άγγελος, ως αστραπή εν ίππω λευκώ, διατρέχων γην και ουρανούς, προφθάνει πάντας πανταχού, κραυγάζων εν θριάμβω ούτως·
Αλληλούια.

Τέρπεται ο ναός σου, ο σεπτός τη ση δόξη, θαυμάτων τε δεικνύμενος κρήνη· ουκ έστιν γαρ ου γη ουδέ θάλασσα, ου πόλις ουκ έρημος, ένθα των θαυμάτων οι κρουνοί, ουχ υπερβλύζουσι τοις εκβοώσι μετά δέους ταύτα·
Χαίρε, το άστρον της εκκλησίας·
χαίρε, το άνθος αθανασίας.
Χαίρε, ποταμός των θαυμάτων αένναος·
χαίρε, ιατρός των νοσούντων ο εύσπλαγχνος.
Χαίρε, σώματος ωραιοτάτου υπεριδών όντως αγνέ·
χαίρε, ψυχής σου αθανάτου επιμελησάμενος σοφέ.
Χαίρε, υπερασπίζων τους πιστούς εν ανάγκαις·
χαίρε, ο εκφοβίζων τους απίστους πολλάκις.
Χαίρε, ο προκρίνας της ζωής υπέρ Χριστού τίμιον θάνατον·
χαίρε, ο κερδίσας δόξαν την παρ’ Αυτού την αθάνατον.
Χαίρε, το βλέπειν τοις τυφλοίς ο χαρίζων·
χαίρε, τοις νοσούσιν θείαν ίασιν δίδων·
Χαίρε, Μάρτυς Γεώργιε.

Ύμνος μέγας σοι πρέπει, τω κοινώ ευεργέτη, Γεώργιε, του κόσμου προστάτα· συ γαρ ου λείπεις φρουρείν και σκέπειν εκ παντοίων κινδύνων και θλίψεων, τους σε ποθούντας Άγιε, και αδοντας εν τω ναώ σου ούτως·
Αλληλούια.

Φέροντες Μάρτυς νυν άνθη τη θαυματουργώ σου εικόνι, θερμώς ευχαριστούμέν σοι πάντες· και μεν τω θείω σου ναώ, υμνούμεν την σην δόξαν θεοδόξαστε, εν δε τη μνήμη Μάρτυς των θαυμάτων σου, θάμβει βοώμεν ούτως·
Χαίρε, ο πρόμαχος όρους Άθω·
χαίρε, αείρροος κρήνη θαυμάτων.
Χαίρε, του στρατού σου ο μέγας ταξίαρχος·
χαίρε, του λαού σου ο θείος ειρήναρχος.
Χαίρε, ο εν ευγενεία γένους σου διακριθείς·
χαίρε, της μονής Ζωγράφου εν τω Άθω ο λαμπτήρ.
Χαίρε, ο θαυμαστώσας σου αγίαν εικόνα·
χαίρε, ο αποστείλας μοναχοίς δώρον μέγα.
Χαίρε, ο δούς ημίν ρώσιν σώματός τε και ψυχής
χαίρε, ο δούς ημίν γνώσιν ένθεον και θαυμαστήν.
Χαίρε, τους πάσχοντας Μάρτυς ο προφθάνων·
χαίρε, πρεσβείαν Θεώ ο προσάγων·
Χαίρε, Μάρτυς Γεώργιε.

Χάριν θείαν πλουτήσας, ω Γεώργιε μάκαρ, ο μέγιστος ημών αντιλήπτωρ, Χριστώ πρέσβευε υπέρ ημών, των προσκυνούντων οίκόν σου σεπτόν Άγιε, ποιείν Αυτού το θέλημα εν φόβω πάντοτε, ίνα κράξωμεν ούτως·
Αλληλούια.

Ψάλλοντές σου τον ύμνον, εν αγίω ναώ σού, Γεώργιε, βοώμέν σοι πάντες· τω Θεώ μη παύση του αιτείν των πταισμάτων άφεσιν, μετάνοιαν, ειρήνην τε σοίς δούλους, τοις βοώσί σοι, μεγαλομάρτυς· Χαίρε, ο άρχων Καππαδοκίας·
χαίρε, ο μύστης της θεαρχίας.
Χαίρε, των εν Άθω μονών προιστάμενος·
χαίρε, των εν θλίψει αεί παριστάμενος.
Χαίρε, άνω συν Δημητρίω παραστάτης του Χριστού·
χαίρε, κάτω των δυνάμεων ο προστάτης του στρατού.
Χαίρε, υπέρ των όλων τω Θεώ ικετεύων·
χαίρε, ο των σων δούλων εκτενώς προστατεύων.
Χαίρε, αγίων ο προφιλέστερος·
χαίρε, Μαρτύρων ο ενδοξότερος.
Χαίρε, των στρατευομένων ο γενναίος προστάτης·
χαίρε, φωτός τρισηλίου ο ενθεώτατος λάτρης·
Χαίρε, Μάρτυς Γεώργιε.

Ω Γεώργιε Μάρτυς, πρωτοστράτηγε του Βασιλέως Χριστού και δόξα στρατού σου· (γ ́) προσδεξάμενος την προσφοράν ημών, εκ παντοίων ρύσαι κινδύνων τους υμνούντάς σε και εκ πάσης ανομίας, τους Θεώ βοώντας·
Αλληλούια.

Καί πάλιν το Κοντάκιον
Ως του Χριστού Μεγαλομάρτυρα παμμέγιστον, και της Παρθένου κατά πάντα φίλον γνήσιον, ανυμνούμέν σε, Γεώργιε στρατηλάτα. αλλ’ ως έχων εξ αυτής του Όρους άπασαν προστασίαν και ημάς αεί περίσωζε τους βοώντάς σοι·
Χαίροις Μάρτυς Γεώργιε.