Η καταίγις μέ χειμάζει της αμαρτίας, Παρθένε

Loading...


Η καταίγις μέ χειμάζει της αμαρτίας, Παρθένε, και συγκλονεί και ταράσσει την ασθενούσαν ψυχήν μου. Σπεύσον του με εξελέσθαι του κλύδωνος και της ζάλης εισάγουσα εις λιμένα, Πανάμωμε, μετανοίας.

Ρύσαι με Σύ, Θεοτόκε, της πονηράς συνηθείας, στήριξον δ’επί πέτραν των εντολών του Κυρίου, περιτρεπόμενον δόλοις παντοίοις και μεθοδίαις του παλαιού πτερνιστού μου και την ζωήν μου σπιλούντα.

Αξίωσόν με, Παρθένε, Κυρίω ευαρεστήσαι εν λόγοις τε και έργοις και άξιά μοι ποιήσαι και πάσαν τέλος κακίαν και αμαρτίαν μισήσαι από ψυχής και καρδίας και τέλειον αποπτύσαι.



Ετικέτες