Μια αλυσίδα Προσευχής όλη η Ελλάδα (Video)

Loading...


ΠΕΦΤΟΥΜΕ ΣΤΑ ΓΟΝΑΤΑ ΓΙΑ ΝΑ ΜΗΝ ΜΑΣ ΓΟΝΑΤΙΣΟΥΝ …
Ανεξάρτητα από τό πώς θά αντιδράσει ο καθένας μας στίς κρίσιμες αυτές στιγμές γιά τήν Πατρίδα καί τό  Έθνος μας, ο πρώτος  καί πιό αποτελεσματικός τρόπος είναι η μετάνοια, η καταφυγή μέ πίστη στόν Θεό καί η θερμή προσευχή μας, ώστε Εκείνος νά  «αναλάβει»  νά μάς προστατεύσει καί νά μάς καθοδηγήσει.

Ξεκίνησε στίς 6.11.12 μία αλυσίδα προσευχής καί ικεσίας στόν Κύριο ημών Ιησού Χριστό : ο καθένας μας διαβάζει μόλις μπορέσει τον παρακάτω ικετήριο κανόνα,  ώστε κάθε στιγμή τού 24ώρου η ευχή τού καθενός μας νά συνθέτει μαζί μέ αυτές τών άλλων συμπατριωτών μας, μία  αδιάκοπη  κραυγή πρός τόν Ουρανό…

Ο ικετήριος Κανών εις τόν Ιησούν Χριστόν
(ποίημα του Αγίου Θεοκτίστου του Στουδίτου-9ος αι.)

Ωδή α΄. Ήχος β΄.
Εν βυθώ κατέστρωσε.

Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε, τα της ψυχής μου θεράπευσον τραύματα, Ιησού και γλύκανον, την καρδίαν μου πολυέλεε δέομαι, Ιησού σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον, της μετανοίας μοι πύλας φιλάνθρωπε, Ιησού και δέξαι με, σοι προσπίπτοντα και θερμώς εξαιτούμενον, Ιησού σωτήρ μου, των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον, εκ της χειρός του δολίου Βελίαρ με, Ιησού και ποίησον, δεξιόν καμέ παραστάτην της δόξης σου, Ιησού Χριστέ μου, μοίρας ευωνύμου λυτρωσάμενος.

Θεοτοκίον
Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον, υπέρ αχρείων ικετών πανάχραντε, όπως της κολάσεως, ταις πρεσβείαις σου λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι, δόξης αϊδίου απολαύσαντες.

Ωδή γ΄.
Εν πέτρα με της πίστεως.
Εισάκουσον φιλάνθρωπε Ιησού μου, του δούλου σου βοώντος εν κατανύξι, και ρύσαι Ιησού μου της καταδίκης, και της κολάσεως, μόνε μακρόθυμε, Ιησού γλυκύτατε πολυέλεε.Υπόδεξαι τον δούλόν σου Ιησού μου, προσπίπτοντα συν δάκρυσιν Ιησού μου, και σώσον Ιησού μου μετανοούντα, και της γεέννης με, Δέσποτα λύτρωσαι, Ιησού γλυκύτατε πολυέλεε. Τον χρόνον Ιησού μου ον δέδωκάς μοι, εις πάθη εδαπάνησα Ιησού μου, διό με Ιησού μου μη απορρίψης, αλλ’ ανακάλεσαι, δέομαι Δέσποτα, Ιησού γλυκύτατε και διάσωσον.

Θεοτοκίον.
Παρθένε η τεκούσα τον Ιησού μου, ικέτευε ρυσθήναί με της γεέννης, η μόνη προστασία των θλιβομένων, θεοχαρίτωτε, και καταξίωσον, της ζωής πανάμωμε της αγήρω με.

Κάθισμα. Ήχος α΄.
Τον τάφο σου Σωτήρ.
Σωτήρ μου Ιησού, ο τον άσωτον σώσας, σωτήρ μου Ιησού, ο δεξάμενος πόρνην, καμέ νυν ελέησον, Ιησού πολυέλεε. σώσον οίκτειρον, ω Ιησού ευεργέτα, ώσπερ ώκτειρας, τον Μανασσήν Ιησού μου, ως μόνος φιλάνθρωπος.

Ωδή δ΄.
Ελήλυθας εκ παρθένου.
Θεράπευσον, Ιησού μου ψυχής μου τα τραύματα, Ιησού μου δέομαι, και της χειρός με εξάρπασον, Ιησού μου εύσπλαγχνε, του ψυχοφθόρου Βελίαρ και διάσωσον. Ημάρτηκα, Ιησού μου γλυκύτατε εύσπλαγχνε. Ιησού μου σώσόν με, τον προσφυγόντα τη σκέπη σου, Ιησού μακρόθυμε, και βασιλείας της σης με καταξίωσον. Ουχ ήμαρτεν, Ιησού μου ουδείς ώσπερ ήμαρτον, εγώ ο ταλαίπωρος, νυν δε προσπίπτω δεόμενος. Ιησού μου σώσόν με, και την ζωήν Ιησού μου κληροδότησον.
Θεοτοκίον.
Πανύμνητε Ιησούν η γεννήσασα Κύριον, αυτόν καθικέτευε, του λυτρωθήναι κολάσεως, πάντας τους υμνούντάς σε, και Θεοτόκον κυρίως ονομάζοντες.

Ωδή ε΄.
Ο φωτισμός των εν σκότει.

Συ φωτισμός, Ιησού μου νοός μου, συ σωτηρία, της απεγνωσμένης ψυχής μου Σώτερ, συ Ιησού μου της κολάσεως ρύσαι, και γεέννης εμέ κραυγάζοντα, σώσον Ιησού μου, Χριστέ με τον άθλιον. Ολοσχερώς Ιησού μου προς πάθη της ατιμίας, καταβεβλημένος ήδη κραυγάζω. συ Ιησού μου, βοηθείας μοι χείρα, καταπέμψας έκσπασον κράζοντα, σώσον Ιησού μου, Χριστέ με τον άθλιον. Βέβηλον νουν, Ιησού περιφέρων αναβοώ σοι. κάθαρον του ρύπου με των πταισμάτων, και λύτρωσαί με τον εις βάθη κακίας, εξ ανωσίας κατολισθήσαντα, σώτερ Ιησού μου, και σώσόν με δέομαι.
Θεοτοκίον

Τον Ιησούν, η γεννήσασσα Κόρη Θεοκυήτορ, τούτον εκδυσώπει σωθήναι πάντας τους ορθοδόξους, μοναστάς και μιγάδαας, και γεέννης ρυσθήναι κράζοντας? πλην σου προστασίαν, βεβαίαν ουκ έγνωμεν.

Ωδή .
Εν αβύσσω πταισμάτων.

Ιησού μου Χριστέ πολυέλεε, εξομολογούμενον δέξαι με Δέσποτα, ω Ιησού και σώσόν με, και φθοράς Ιησού με εξάρπασον. Ιησού μου ου γέγονεν έτερος, άσωτος ουδείς, ως εγώ ο ταλαίπωρος, ω Ιησού φιλάνθρωπε. αλλά συ Ιησού με διάσωσον.Ιησού μου και πόρνην και άσωτον, και τον Μανασσήν και τελώνην νενίκηκα, ω Ιησού μου πάθεσι, και ληστήν Ιησού Νινευίτας τε.

Θεοτοκίον.
Ιησού τον Χριστόν μου κυήσασα, άχραντε Παρθένε, η μόνη αμόλυντος, μεμολυσμένον όντα με, πρεσβειών σου υσσώπω νυν κάθαρον.

Κοντάκιον.Ήχος δ΄.
Επεφάνης σήμερον.

Ιησού γλυκύτατε, το φως του κόσμου, της ψυχής μου φώτισον, τους οφθαλμούς Υιέ Θεού, τη θεαυγεί σου λαμπρότητι, ίνα υμνώ σε το φως το ανέσπερον.

Ωδή ζ΄.
Εικόνος χρυσής.

Χριστέ Ιησού, ουδείς ήμαρτεν εν γη εκ του αιώνος, ω Ιησού μου ώσπερ ήμαρτον, εγώ ο τάλας και άσωτος. όθεν Ιησού μου βοώ σοι. μελωδούντά με οίκτειρον, ευλογητός ει ο Θεός, ο των πατέρων ημών. Χριστέ Ιησού, εν τω φόβω σου βοώ καθήλωσόν με, ω Ιησού μου και κυβέρνησον, νυν προς λιμένα τον εύδιον, όπως Ιησού μου οικτίρμον, μελωδώ σοι σωζόμενος. ευλογητός ει ο Θεός, ο των πατέρων ημών. Χριστέ Ιησού, μυριάκις υπεσχέθην σοι ο τάλας, ω Ιησού μου την μετάνοιαν, αλλ’ εψευσάμην ο άθλιος. Όθεν Ιησού μου βοώ σοι. την αναίσθητον μένουσαν, ψυχήν μου φώτισον Χριστέ, ο των πατέρων Θεός.

Θεοτοκίον.
Χριστόν Ιησούν, η γεννήσασα φρικτώς και υπέρ φύσιν, αυτόν δυσώπει παναμώμητε, τα παρά φύσιν μου πταίσματα, πάντα συγχωρήσαί μοι Κόρη, ίνα κράζω σωζόμενος. ευλογημένη η Θεόν σαρκί κυήσασα.

Ωδή η΄.
Τον εν καμίνω του πυρός.

Σε Ιησού μου δυσωπώ ως την πόρνην Ιησού μου ελυτρώσω, των πολλών εγκλημάτων, ούτω καμέ Ιησού, Χριστέ μου λύτρωσαι και κάθαρον, την ρερυπωμένην ψυχήν μου, Ιησού μου.Καθυποκύψας Ιησού, ταις αλόγοις ηδοναίς άλογος ώφθην, και τοις κτήνεσιν όντως, ω Ιησού μου οικτρώς, ο τάλας Σώτερ αφωμοίωμαι. όθεν Ιησού με της αλογίας ρύσαι. Περιπεσών ω Ιησού, ψυχοφθόροις εν λησταίς απεγυμνώθην, την στολήν Ιησού μου, την θεοΰφαντον νυν, και κείμαι μώλωψι κατάστικτος. έλαιον Χριστέ μου επίχεε και οίνον.

Θεοτοκίον.
Τον Ιησού μου και Θεόν, η βαστάσασα Χριστόν ανερμηνεύτως, Θεοτόκε Μαρία, τούτον δυσώπει αεί, κινδύνων σώζεσθαι τους δούλους σου, και τους υμνητάς σου απείρανδρε Παρθένε.

Ωδή θ΄.
Τον εκ Θεού Θεόν Λόγον.

Τον Μανασσήν Ιησού μου, τον τελώνην την πόρνην, τον άσωτον οικτίρμον Ιησού, και τον ληστήν υπερβέβηκα, Ιησού μου εν έργοις, αισχίστοις και ατόποις Ιησού? αλλά συ Ιησού μου, προφθάσας με διάσωσον. Τους εξ Αδάμ Ιησού μου, αμαρτήσαντας πάντας, προ νόμου και εν νόμω Ιησού, και μετά νόμον ο άθλιος, Ιησού μου και χάριν, νενίκηκα τοις πάθεσιν οικτρώς, αλλά συ Ιησού μου, τοις κρίμασί σου σώσόν με. Μη χωρισθώ Ιησού μου, της αφράστου δόξης, μη τύχω της μερίδος Ιησού, της ευωνύμου γλυκύτατε, Ιησού αλλά συ με, τοις δεξιοίς προβάτοις σου Χριστέ, Ιησού μου συντάξας, ανάπαυσον ως εύσπλαγχνος.

Θεοτοκίον.
Τον Ιησούν Θεοτόκε, ον εβάστασας μόνη, απείρανδρε Παρθένε Μαριάμ, τούτον αγνή εξιλέωσε, ως υιόν σου και κτίστην, ρυσθήναι τους προστρέχοντας εις σε, πειρασμών και κινδύνων, και του πυρός του μέλλοντος.

Στιχηρά προσόμοια.Ήχος πλ. δ΄.
Όλην αποθέμενοι.

Ιησού γλυκύτατε, ψυχής εμής θυμηδία, Ιησού η κάθαρσις, του νοός μου Δέσποτα πολυέλεε, Ιησού σώσόν με, Ιησού σωτήρ μου, Ιησού μου παντοδύναμε, μη καταλίπης με, σώτερ Ιησού με ελέησον, και λύτρωσαι κολάσεως, πάσης Ιησού και αξίωσον, της των σωζομένων, μερίδος Ιησού και τω χορώ, των εκλεκτών σου με σύνταξον, Ιησού φιλάνθρωπε. Ιησού γλυκύτατε, των αποστόλων η δόξα, Ιησού μου καύχημα, των μαρτύρων Δέσποτα παντοδύναμε, Ιησού σώσόν με, Ιησού σωτήρ μου, Ιησού μου ωραιότατε, τον σοι προστρέχοντα, σώτερ Ιησού μου ελέησον, πρεσβείαις της τεκούσης σε, πάντων Ιησού των αγίων σου, προφητών τε πάντων, σωτήρ μου Ιησού και της τρυφής, του παραδείσου αξίωσον, Ιησού πανάγαθε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ιησού γλυκύτατε, των μοναζόντων το κλέος, Ιησού μακρόθυμε, ασκητών εντρύφημα και καλλώπισμα. Ιησού σώσόν με, Ιησού σωτήρ μου, Ιησού μου πολυέλεε, χειρός εξάρπασον, σώτερ Ιησού μου του δράκοντος, και τούτου των παγίδων με, σώτερ Ιησού ελευθέρωσον, λάκκου κατωτάτου, σωτήρ μου Ιησού αναγαγών, και δεξιοίς συναρίθμησον, Ιησού προβάτοις με.

Και νυν…

Θεοτοκίον.
Μη καταπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία Δέσποινα, αλλά δέξαι δέησιν του ικέτου σου. θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα. σκέπην ου κέκτημαι, ουδέ πού προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλην σου. Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρίδης την δέησιν, το συμφέρον ποίησον.

Ευχή εις τον Κύριον ημών Ιησούν Χριστόν.
Δέσποτα Χριστέ, ο Θεός, ο τοις πάθεσί σου τα πάθη μου θεραπεύσας και τοις τραύμασί σου τα τραύματά μου ιατρεύσας, χάρισαί μοι τω πολλά σοι πταίσαντι δάκρυα κατανύξεως. συγκέρασόν μου το σώμα από οσμής του ζωοποιού σώματός σου και γλύκανόν μου την ψυχήν τω σω τιμίω αίματι από της πικρίας, ην με ο αντίδικος επότισεν. Ύψωσον τον νουν μου προς σε, κάτω ελκυσθέντα, και ανάγαγέ με από του χάσματος της απωλείας, ότι ουκ έχω μετάνοιαν, ουκ έχω κατάνυξιν, ουκ έχω δάκρυον παρακλητικόν, τα επανάγοντα τα τέκνα προς την ιδίαν κληρονομίαν. Εσκότισμαι τον νουν εν τοις βιωτικοίς πάθεσι και ουκ ισχύω ατενίσαι προς σε εν οδύνη. ου δύναμαι θερμανθήναι τοις δάκρυσι της προς σε αγάπης. Αλλά, Δέσποτα Κύριε, Ιησού Χριστέ, ο θησαυρός των αγαθών, δώρησαί μοι μετάνοιαν ολόκληρον και καρδίαν επίπονον εις αναζήτησίν σου? χάρισαί μοι την χάριν σου και ανακαίνισον εν εμοί τας μορφάς της σης εικόνος. Κατέλιπόν σε, μη με εγκαταλίπης. έξελθε εις αναζήτησίν μου, επανάγαγέ με προς την νομήν σου, συναρίθμησόν με τοις προβάτοις της εκλεκτής σου ποίμνης και διάθρεψόν με συν αυτοίς εκ της χλόης των θείων σου μυστηρίων, πρεσβείαις της πανάγνου Μητρός σου και πάντων των αγίων σου. Αμήν.
(Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

{youtube}qcaDd0jO_Rc{/youtube}