14 ΝΟΕΜΒΡΙΟΥ 2010 ΤΥΠΙΚΟΝ

Loading...

Normal 0 false false false EL X-NONE X-NONE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:»Κανονικός πίνακας»; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:»»; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin-top:0cm; mso-para-margin-right:0cm; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0cm; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:»Calibri»,»sans-serif»; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-fareast-language:EN-US;}

14 ΝΟΕΜΒΡΙΟΥ 2010

Κυ­ρι­α­κὴ H´ Λου­κᾶ.

Φι­λίπ­που Ἀ­πο­στό­λου ἐκ τῶν ΙΒ´, Γρη­γο­ρί­ου Θεσ­σα­λο­νί­κης τοῦ Πα­λα­μᾶ, Κων­σταν­τί­νου Νε­ο­μάρ­τυ­ρος τοῦ Ὑ­δραί­ου.

Ἦ­χος πλ. δ´. Ἑ­ω­θι­νὸν Γ´.

* * * * *

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Με­τὰ τὸν Ἑ­ξά­ψαλ­μον, Συ­να­πτὴ με­γά­λη, καὶ Ἐκ­φώ­νη­σις· Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα…

Ἦ­χος πλ. δ´.

Θε­ὸς Κύριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν· εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Στίχ. α´. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Θε­ὸς Κύριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν…

Στίχ. β´. Πάντα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­το­ύς,

Θε­ὸς Κύριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν…

Στίχ. γ´. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.

Θε­ὸς Κύριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. δ´.

ξ ὕ­ψους κα­τῆλ­θες ὁ εὔ­σπλαγ­χνος, τα­φὴν κα­τα­δέ­ξω τρι­ή­με­ρον, ἵ­να ἡ­μᾶς ἐ­λευ­θε­ρώ­σῃς τῶν πα­θῶν· ἡ ζω­ὴ καὶ ἡ ἀ­νά­στα­σις ἡ­μῶν, Κύριε δό­ξα σοι.

Δό­ξα. Τοῦ Ἀ­πο­στό­λου. Ἦ­χος γ´.

­πό­στο­λε Ἅ­γι­ε Φί­λιπ­πε, πρέ­σβευ­ε τῷ ἐ­λε­ή­μο­νι Θε­ῷ, ἵ­να πται­σμά­των ἄ­φε­σιν, πα­ρά­σχῃ ταῖς ψυ­χαῖς ἡ­μῶν.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Σὲ τὴν με­σι­τε­ύ­σα­σαν τὴν σω­τη­ρί­αν τοῦ γέ­νους ἡ­μῶν, ἀ­νυ­μνοῦ­μεν Θε­ο­τό­κε Παρ­θέ­νε, ἐν τῇ σαρ­κὶ γὰρ τῇ ἐκ σοῦ προσ­λη­φθε­ί­σῃ, ὁ Υἱ­ός σου καὶ Θε­ὸς ἡ­μῶν τὸ δι­ὰ Σταυ­ροῦ κα­τα­δε­ξά­με­νος πά­θος, ἐ­λυ­τρώ­σα­το ἡ­μᾶς, ἐκ φθο­ρᾶς ὡς φι­λάν­θρω­πος.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν Ἐκ­φώ­νη­σις·
Ὅ­τι σὸν τὸ κρά­τος…

* * *

ΚΑΘΙΣΜΑΤΑ

Με­τὰ τὴν α´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.

Ἦ­χος πλ. δ´.

Ἀ­νέ­στης ἐκ νε­κρῶν, ἡ ζω­ὴ τῶν ἁ­πάν­των, καὶ Ἄγ­γε­λος φω­τός, ταῖς Γυ­ναι­ξὶν ἐ­βό­α· Πα­ύ­σα­σθε τῶν δα­κρύ­ων, τοῖς Ἀ­πο­στό­λοις εὐ­αγ­γε­λί­σα­σθε, κρά­ξα­τε ἀ­νυ­μνοῦ­σαι· Ὅ­τι ἀ­νέ­στη Χρι­στὸς ὁ Κύριος, ὁ εὐ­δο­κή­σας σῶ­σαι ὡς Θε­ός, τὸ γέ­νος τῶν ἀν­θρώ­πων.

Δό­ξα. Τὴν Σο­φί­αν καὶ Λόγον.

­να­στὰς ἐκ τοῦ τά­φου ὡς ἀ­λη­θῶς, ταῖς ὁ­σί­αις προ­σέ­τα­ξας Γυ­ναι­ξί, κη­ρῦ­ξαι τὴν ἔ­γερ­σιν, Ἀ­πο­στό­λοις ὡς γέ­γρα­πται· καὶ δρο­μαῖ­ος ὁ Πέτρος, ἐ­πέ­στη τῷ μνή­μα­τι, καὶ τὸ φῶς ἐν τῷ τά­φῳ, ὁ­ρῶν κα­τε­πλήτ­τε­το, ὅ­θεν καὶ κα­τεῖ­δε, τὰ ὀ­θό­νι­α μό­να, χω­ρὶς τοῦ θε­ί­ου σώ­μα­τος, ἐν αὐ­τῷ κα­τα­κε­ί­με­να, καὶ πι­στε­ύ­σας ἐ­βό­η­σε· Δόξα σοι Χρι­στὲ ὁ Θε­ός, ὅ­τι σῴ­ζεις ἅ­παν­τας Σω­τὴρ ἡ­μῶν, τοῦ Πα­τρὸς γὰρ ὑ­πάρ­χεις ἀ­πα­ύ­γα­σμα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας ἀ­γα­θέ, ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ Ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου Ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σαν σε Θε­ο­τό­κον πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν καὶ σῶ­σον Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.

Με­τὰ τὴν β´ Στι­χο­λο­γί­αν, Κάθισμα.

ν­θρω­ποι τὸ μνῆ­μά σου, Σω­τὴρ ἐ­σφρα­γί­σαν­το, Ἄγ­γε­λος τὸν λί­θον, ἐκ τῆς θύ­ρας ἀ­πε­κύ­λι­σε. Γυ­ναῖ­κες ἐ­θε­ά­σαν­το, ἐ­γη­γερ­μέ­νον ἐκ νε­κρῶν, καὶ αὗ­ται εὐ­ηγ­γε­λί­σαν­το τοῖς Μα­θη­ταῖς σου ἐν Σι­ών. Ὅ­τι ἀ­νέ­στης ἡ ζω­ὴ τῶν ἁ­πάν­των, καὶ δι­ε­λύ­θη τὰ δε­σμὰ τοῦ θα­νά­του. Κύριε δό­ξα σοι.

Δό­ξα.

Τὰ μύ­ρα τῆς τα­φῆς, αἱ Γυ­ναῖ­κες κο­μί­σα­σαι, φω­νῆς Ἀγ­γε­λι­κῆς, ἐκ τοῦ τά­φου ἤ­κου­ον· Πα­ύ­σα­σθε τῶν δα­κρύ­ων, καὶ ἀν­τὶ λύ­πης χα­ρὰν κο­μί­σα­σθε, κρά­ξα­τε ἀ­νυ­μνοῦ­σαι, ὅ­τι ἀ­νέ­στη Χρι­στὸς ὁ Κύριος, ὁ εὐ­δο­κή­σας σῶ­σαι ὡς Θε­ός, τὸ γέ­νος τῶν ἀν­θρώ­πων.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

­πὶ σοὶ χα­ί­ρει, Κε­χα­ρι­τω­μέ­νη, πᾶ­σα ἡ κτί­σις, Ἀγ­γέ­λων τὸ σύ­στη­μα, καὶ ἀν­θρώ­πων τὸ γέ­νος· ἡ­γι­α­σμέ­νε ναέ, καὶ Πα­ρά­δει­σε λο­γι­κέ, παρ­θε­νι­κὸν κα­ύ­χη­μα, ἐξ ἧς Θε­ός ἐ­σαρ­κώ­θη, καὶ παι­δί­ον γέ­γο­νεν, ὁ πρὸ αἰ­ώ­νων ὑ­πάρ­χων Θε­ὸς ἡ­μῶν. Τὴν γὰρ σὴν μή­τραν, θρό­νον ἐ­πο­ί­η­σε, καὶ τὴν σὴν γα­στέ­ρα, πλα­τυ­τέ­ραν οὐ­ρα­νῶν ἀ­πειρ­γά­σα­το. Ἐ­πὶ σοὶ χα­ί­ρει Κε­χα­ρι­τω­μέ­νη, πᾶ­σα ἡ κτί­σις, δό­ξα σοι.

* * *

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἦ­χος πλ. α´.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Τῶν ἀγ­γέ­λων ὁ δῆ­μος* κα­τε­πλά­γη ὁ­ρῶν σε * ἐν νε­κροῖς λο­γι­σθέν­τα, * τοῦ θα­νά­του δέ, Σῶ­τερ, * τὴν ἰ­σχὺν κα­θε­λόν­τα * καὶ σὺν ἑ­αυ­τῷ * τὸν Ἀ­δὰμ ἐ­γεί­ραν­τα * καὶ ἐξ ᾅ­δου * πάν­τας ἐ­λευ­θε­ρώ­σαν­τα.

Τί τὰ μύ­ρα * συμ­πα­θῶς τοῖς δά­κρυ­σιν, * ὦ μα­θή­τρι­αι, κιρ­νᾶ­τε; * ὁ ἀ­στρά­πτων * ἐν τῷ τά­φῳ ἄγ­γε­λος * προ­σε­φθέγ­γε­το ταῖς μυ­ρο­φό­ροις· * Ἴ­δε­τε ὑ­μεῖς * τὸν τά­φον καὶ ἥ­σθη­τε· * ὁ Σω­τὴρ γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Λί­αν πρω­ῒ * μυ­ρο­φό­ροι ἔ­δρα­μον * πρὸς τὸ μνῆ­μά σου θρη­νο­λο­γοῦ­σαι· * ἀλλ᾿ ἐ­πέ­στη * πρὸς αὐ­τὰς ὁ ἄγ­γε­λος καὶ εἶ­πε· * Θρή­νου ὁ και­ρὸς * πέ­παυ­ται· μὴ κλαί­ε­τε· * τὴν ἀ­νά­στα­σιν δὲ * ἀ­πο­στό­λοις εἴ­πα­τε.

Μυ­ρο­φό­ροι γυ­ναῖ­κες * με­τὰ μύ­ρων ἐλ­θοῦ­σαι * πρὸς τὸ μνῆ­μά σου, Σῶ­τερ, * ἐ­νη­χοῦν­το, ἀγ­γέ­λου * πρὸς αὐ­τὰς φθεγ­γο­μέ­νου· * Τί με­τὰ νε­κρῶν * τὸν ζῶν­τα λο­γί­ζε­σθε; * ὡς Θε­ὸς γὰρ * ἐ­ξα­νέ­στη τοῦ μνή­μα­τος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Προ­σκυ­νοῦ­μεν Πα­τέ­ρα * καὶ τὸν τού­του Υἱ­όν τε * καὶ τὸ ἅ­γι­ον Πνεῦ­μα, * τὴν ἁ­γί­αν Τρι­ά­δα * ἐν μι­ᾷ τῇ οὐ­σί­ᾳ, * σὺν τοῖς Σε­ρα­φὶμ * κρά­ζον­τες τὸ Ἅ­γι­ος, * ἅ­γι­ος, ἅ­γι­ος εἶ, Κύ­ρι­ε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ζω­ο­δό­την τε­κοῦ­σα, * ἐ­λυ­τρώ­σω, Παρ­θέ­νε, * τὸν Ἀ­δὰμ ἁ­μαρ­τί­ας· * χαρ­μο­νὴν δὲ τῇ Εὔ­ᾳ * ἀν­τὶ λύ­πης πα­ρέ­σχες· * ῥεύ­σαν­τα ζω­ῆς, * ἴ­θυ­νε πρὸς ταύ­την δὲ * ὁ ἐκ σοῦ σαρ­κω­θεὶς * Θε­ὸς καὶ ἄν­θρω­πος.

λ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός. (κ γ)

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν Ἐκ­φώ­νη­σις·
Ὅ­τι ηὐ­λό­γη­ταί Σου…

* * *

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ

Ὑπακοή. Ἦ­χος πλ. δ´.

Αἱ Μυ­ρο­φό­ροι τοῦ Ζω­ο­δό­του ἐ­πι­στᾶ­σαι τῷ μνή­μα­τι, τὸν Δε­σπό­την ἐ­ζή­τουν, ἐν νε­κροῖς τὸν ἀ­θά­να­τον, καὶ χα­ρᾶς εὐ­αγ­γέ­λι­α, ἐκ τοῦ Ἀγ­γέ­λου δε­ξά­με­ναι, τοῖς Ἀ­πο­στό­λοις ἐ­μή­νυ­ον· ὅ­τι ἀ­νέ­στη Χρι­στὸς ὁ Θε­ός, πα­ρέ­χων τῷ κό­σμῳ τὸ μέ­γα ἔ­λε­ος.

Ἀναβαθμοί. Ἦ­χος πλ. δ´. Ἀν­τί­φω­νον Α´.

κ νε­ό­τη­τός μου ὁ ἐ­χθρὸς με πει­ρά­ζει, ταῖς ἡ­δο­ναῖς φλέ­γει με, ἐ­γὼ δὲ πε­ποι­θώς, ἐν σοὶ Κύριε τρο­ποῦ­μαι τοῦ­τον.

Οἱ μι­σοῦν­τες Σι­ών, γε­νη­θή­τω­σαν δή, πρὶν ἐκ­σπα­σθῆ­ναι ὡς χόρ­τος, συγ­κό­ψει γὰρ Χρι­στός, αὐ­χέ­νας αὐ­τῶν, το­μῇ βα­σά­νων.

Δό­ξα. Καὶ νῦν.

­γί­ῳ Πνε­ύ­μα­τι, τὸ ζῇν τὰ πάν­τα, φῶς ἐκ φω­τός, Θε­ὸς μέ­γας, σὺν Πα­τρὶ ὑ­μνοῦ­μεν αὐ­τῷ καὶ τῷ Λόγῳ.

Ἀν­τί­φω­νον Β´.

καρ­δί­α μου τῷ φό­βῳ σου σκε­πέ­σθω, τα­πει­νο­φρο­νοῦ­σα, μὴ ὑ­ψω­θεῖ­σα ἀ­πο­πέ­σῃ, ἐκ σοῦ Πα­νοι­κτίρ­μον.

­πὶ τὸν Κύριον ὁ ἐ­σχη­κώς ἐλ­πί­δα, οὐ δε­ί­σει τό­τε, ὅ­τε πυ­ρὶ τὰ πάν­τα κρι­νεῖ καὶ κο­λά­σει.

Δό­ξα. Καὶ νῦν.

­γί­ῳ Πνε­ύ­μα­τι, πᾶς τις θεῖ­ος βλέ­πει καὶ προ­λέ­γει, τε­ρα­τουρ­γεῖ ὕ­ψι­στα, ἐν τρι­σὶν ἕ­να Θε­ὸν μέλ­πων, εἰ γὰρ καὶ τρι­λαμ­πεῖ, μο­ναρ­χεῖ τὸ θεῖ­ον.

Ἀν­τί­φω­νον Γ´.

­κέ­κρα­ξά σοι Κύριε, πρό­σχες, κλῖ­νόν μοι τὸ οὖς σου βο­ῶν­τι, καὶ κά­θα­ρον πρὶν ᾂ­ρῃς με, ἀ­πὸ τῶν ἐν­θέν­δε.

­πὶ τὴν μη­τέ­ρα αὐ­τοῦ γῆν, δύ­νων πᾶς αὖ­θις ἀ­να­λύ­σει, τοῦ λα­βεῖν βα­σά­νους, ἢ γέ­ρα τῶν βε­βι­ω­μέ­νων.

Δό­ξα. Καὶ νῦν.

­γί­ῳ Πνε­ύ­μα­τι, θε­ο­λο­γί­α μο­νὰς τρι­σα­γί­α ὁ Πα­τὴρ γὰρ ἄ­ναρ­χος, ἐξ οὗ ἔ­φυ ὁ Υἱ­ὸς ἀ­χρό­νως, καὶ τὸ Πνεῦ­μα σύμ­μορ­φον, σύν­θρο­νον, ἐκ Πα­τρὸς συ­νε­κλάμ­ψαν.

Ἀν­τί­φω­νον Δ´.

­δοὺ δὴ τί κα­λόν, ἢ τί τερ­πνόν, ἀλλ᾿ ἢ τὸ κα­τοι­κεῖν ἀ­δελ­φοὺς ἅ­μα; ἐν το­ύ­τῳ γὰρ Κύριος, ἐ­πηγ­γε­ί­λα­το ζω­ὴν αἰ­ω­νί­αν.

Τοῦ ἐν­δύ­μα­τος αὐ­τοῦ, ὁ τὰ κρί­να τοῦ ἀ­γροῦ κο­σμῶν, κε­λε­ύ­ει μὴ δεῖν φρον­τί­ζειν.

Δό­ξα. Καὶ νῦν.

­γί­ῳ Πνε­ύ­μα­τι, ἑ­νο­ει­δεῖ αἰ­τί­ᾳ, πάν­τα ἔ­χε­ται εἰ­ρη­νο­βρα­βε­ύ­τως· Θε­ὸς τοῦ­το γάρ ἐ­στι, Πα­τρί τε καὶ Υἱ­ῷ, ὁ­μο­ο­ύ­σι­ον κυ­ρί­ως.

Προ­κεί­με­νον.

Βα­σι­λε­ύ­σει Κύριος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου Σι­ών, εἰς γε­νε­ὰν καὶ γε­νε­άν.

Στίχ. Αἴ­νει ἡ ψυ­χή μου τὸν Κύριον, αἰ­νέ­σω Κύ­ρι­ον ἐν τῇ ζω­ῇ μου, ψα­λῶ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Βα­σι­λε­ύ­σει Κύριος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου Σι­ών, …

εἰς γε­νε­ὰν καὶ γε­νε­άν.

* * *

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἅ­γι­ος εἶ, ὁ Θε­ὸς ἡ­μῶν, …

Ἀ­μήν. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύριον.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύριον.

Στίχ. Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Αἰ­νε­σά­τω πνο­ὴ…

πᾶ­σα τὸν Κύριον.

Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς…

Κύριε, ἐ­λέ­η­σον. (γ´)

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κο­ύ­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Καὶ τῷ Πνε­ύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Μᾶρ­κον ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει τὸ ἐν­δι­ά­τα­κτον ἑ­ω­θι­νὸν Εὐ­αγ­γέ­λι­ον.

Ἑ­ῳ­θι­νὸν Γ´ (Μαρκ. ιϚ´ 9-20).

­να­στὰς ὁ Ἰ­η­σοῦς πρω­ῒ πρώ­τῃ Σαβ­βά­του ἐ­φά­νη πρῶ­τον Μα­ρί­ᾳ τῇ Μα­γδα­λη­νῇ, ἀφ᾿ ἧς ἐκ­βε­βλή­κει ἑ­πτὰ δαι­μό­νι­α. Ἐ­κε­ί­νη πο­ρευ­θεῖ­σα ἀ­πήγ­γει­λε τοῖς μετ᾿ αὐ­τοῦ γε­νο­μέ­νοις, πεν­θοῦ­σι καὶ κλα­ί­ου­σι. Κἀ­κεῖ­νοι ἀ­κο­ύ­σαν­τες ὅ­τι ζῇ καὶ ἐ­θε­ά­θη ὑπ᾿ αὐ­τῆς ἠ­πί­στη­σαν. Με­τὰ δὲ ταῦ­τα δυ­σὶν ἐξ αὐ­τῶν πε­ρι­πα­τοῦ­σιν ἐ­φα­νε­ρώ­θη ἐν ἑ­τέ­ρᾳ μορ­φῇ, πο­ρευ­ο­μέ­νοις, εἰς ἀ­γρόν. Κἀ­κεῖ­νοι ἀ­πελ­θόν­τες ἀ­πήγ­γει­λαν τοῖς λοι­ποῖς, οὐ­δὲ ἐ­κε­ί­νοις ἐ­πί­στευ­σαν. Ὕ­στε­ρον, ἀ­να­κει­μέ­νοις αὐ­τοῖς τοῖς ἕν­δε­κα ἐ­φα­νε­ρώ­θη, καὶ ὠ­νε­ί­δι­σε τὴν ἀ­πι­στί­αν αὐ­τῶν καὶ σκλη­ρο­καρ­δί­αν, ὅ­τι τοῖς θε­α­σα­μέ­νοις αὐ­τὸν ἐ­γη­γερ­μέ­νον, οὐκ ἐ­πί­στευ­σαν. Καὶ εἶ­πεν αὐ­τοῖς· Πο­ρευ­θέν­τες εἰς τὸν κό­σμον ἅ­παν­τα, κη­ρύ­ξα­τε τὸ εὐ­αγ­γέ­λι­ον πά­σῃ τῇ κτί­σει. Ὁ πι­στε­ύ­σας καὶ βα­πτι­σθε­ίς, σω­θή­σε­ται, ὁ δὲ ἀ­πι­στή­σας, κα­τα­κρι­θή­σε­ται. Ση­μεῖ­α δὲ τοῖς πι­στε­ύ­σα­σι ταῦ­τα πα­ρα­κο­λου­θή­σει, ἐν τῷ ὀ­νό­μα­τί μου δαι­μό­νι­α ἐκ­βα­λοῦ­σι, γλώσ­σαις λα­λή­σου­σι και­ναῖς, ὄ­φεις ἀ­ροῦ­σι, κἂν θα­νά­σι­μόν τι πί­ω­σιν, οὐ μὴ αὐ­τοὺς βλά­ψει, ἐ­πὶ ἀῤ­ῥώ­στους χεῖ­ρας ἐ­πι­θή­σου­σι, καὶ κα­λῶς ἕ­ξου­σιν. Ὁ μὲν οὖν Κύριος, με­τὰ τὸ λα­λῆ­σαι αὐ­τοῖς, ἀ­νε­λή­φθη εἰς τὸν οὐ­ρα­νόν, καὶ ἐ­κά­θι­σεν ἐκ δε­ξι­ῶν τοῦ Θε­οῦ. Ἐ­κεῖ­νοι δὲ ἐ­ξελ­θόν­τες ἐ­κή­ρυ­ξαν παν­τα­χοῦ, τοῦ Κυ­ρί­ου συ­νερ­γοῦν­τος, καὶ τὸν λό­γον βε­βαι­οῦν­τος δι­ὰ τῶν ἐ­πα­κο­λου­θο­ύν­των ση­με­ί­ων. Ἀ­μήν.

Δόξα σοι, Κύριε, δό­ξα σοι.

Ὁ Προ­ε­στὼς ἢ ὁ Ἀ­να­γνώ­στης·

­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, * προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον Ἰ­η­σοῦν, * τὸν μό­νον ἀ­να­μάρ­τη­τον. * Τὸν σταυ­ρόν σου, Χρι­στέ, προ­σκυ­νοῦ­μεν * καὶ τὴν ἁ­γί­αν σου ἀ­νά­στα­σιν * ὑ­μνοῦ­μεν καὶ δο­ξά­ζο­μεν· * σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, * ἐ­κτός σου ἄλ­λον οὐκ οἴ­δα­μεν, * τὸ ὄ­νο­μά σου ὀ­νο­μά­ζο­μεν. * Δεῦ­τε πάν­τες οἱ πι­στοὶ προ­σκυ­νή­σω­μεν * τὴν τοῦ Χρι­στοῦ ἁ­γί­αν ἀ­νά­στα­σιν· * ἰ­δοὺ γὰρ ἦλ­θε δι­ὰ τοῦ Σταυ­ροῦ * χα­ρὰ ἐν ὅ­λῳ τῷ κό­σμῳ. * Δι­ὰ παν­τὸς εὐ­λο­γοῦν­τες τὸν Κύ­ρι­ον, * ὑ­μνοῦ­μεν τὴν ἀ­νά­στα­σιν αὐ­τοῦ. * Σταυ­ρὸν γὰρ ὑ­πο­μεί­νας δι᾿ ἡ­μᾶς, * θα­νά­τῳ θά­να­τον ὤ­λε­σεν.

Ο Ν´ ΨΑΛΜΟΣ

Οἱ χο­ροὶ ψάλ­λουν ἀν­τι­φω­νι­κῶς κα­τὰ στί­χον τὸν ν´ ψαλ­μόν, προ­τάσ­σον­τες (ἐν Κυ­ρι­α­κῇ) τὴν προ­φώ­νη­σιν Ἐ­λε­ῆ­μον.

­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

αν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

ῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Ἐν Κυ­ρι­α­κῇ προ­στί­θε­ται εἰς τὸν τε­λευ­ταῖ­ον στί­χον τὸ ἐ­φύ­μνι­ον· Καὶ ἐ­λέ­η­σόν με, ὁ Θε­ός.

Δόξα.

Ταῖς τῶν Ἀ­πο­στό­λων * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Καὶ νῦν.

Ταῖς τῆς Θε­ο­τό­κου * πρε­σβε­ί­αις, ἐ­λε­ῆ­μον, ἐ­ξά­λει­ψον τὰ πλή­θη * τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Καὶ τὸ πεν­τη­κο­στά­ρι­ον. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

­να­στὰς ὁ Ἰ­η­σοῦς ἀ­πὸ τοῦ τά­φου, * κα­θὼς προ­εῖ­πεν, * ἔ­δω­κεν ἡ­μῖν * τὴν αἰ­ώ­νι­ον ζω­ὴν * καὶ μέ­γα ἔ­λε­ος.

Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν Σου…

­λέ­ει καὶ οἰ­κτιρ­μοῖς…

* * *

ΟΙ ΚΑΝΟΝΕΣ

ᾨ­δὴ α´. ὁ Ἀ­να­στά­σι­μος εἰς δ´.

Ἦ­χος πλ. δ´. Ὁ Εἱρ­μός.

ρ­μα­τη­λά­την Φα­ρα­ὼ ἐ­βύ­θι­σε, τε­ρα­τουρ­γοῦ­σά πο­τε, Μω­σα­ϊ­κὴ ῥά­βδος, σταυ­ρο­τύ­πως πλή­ξα­σα, καὶ δι­ε­λοῦ­σα θά­λασ­σαν, Ἰσ­ρα­ὴλ δὲ φυ­γά­δα, πε­ζὸν ὁ­δί­την δι­έ­σω­σεν, ᾆ­σμα τῷ Θε­ῷ ἀ­να­μέλ­πον­τα.

Στίχ. Δό­ξα τῇ ἁ­γί­ᾳ ἀ­να­στά­σει σου, Κύ­ρι­ε.

Τὴν παν­το­δύ­να­μον Χρι­στοῦ θε­ό­τη­τα, πῶς μὴ θαυ­μά­σω­μεν, ἐκ μὲν πα­θῶν πᾶ­σι, τοῖς πι­στοῖς ἀ­πά­θει­αν, καὶ ἀ­φθαρ­σί­αν βλύ­ζου­σαν, ἐκ πλευ­ρᾶς δὲ ἁ­γί­ας, πη­γὴν ἀ­θά­να­τον στά­ζου­σαν, καὶ ζω­ὴν ἐκ τά­φου ἀ­ΐ­δι­ον.

ς εὐ­πρε­πὴς ταῖς Γυ­ναι­ξὶν ὁ Ἄγ­γε­λος, νῦν ἐμ­πε­φά­νι­σται, καὶ τη­λαυ­γῆ φέ­ρων, τῆς ἐμ­φύ­του σύμ­βο­λα, ἀ­ΰ­λου κα­θα­ρό­τη­τος, τῇ μορ­φῇ δὲ μη­νύ­ων, τὸ φέγ­γος τῆς ἀ­να­στά­σε­ως, κρά­ζει· Ἐ­ξη­γέρ­θη ὁ Κύριος.

Θεοτοκίον.

Στίχ.Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Δε­δο­ξα­σμέ­να πε­ρὶ σοῦ λε­λά­λην­ται, ἐν γε­νε­αῖς γε­νε­ῶν, ἡ τὸν Θε­ὸν Λόγον, ἐν γα­στρὶ χω­ρή­σα­σα, ἁ­γνὴ δὲ δι­α­με­ί­να­σα, Θε­ο­τό­κε Παρ­θέ­νε, δι­ό σε πάν­τες γε­ρα­ί­ρο­μεν, τὴν με­τὰ Θε­ὸν προ­στα­σί­αν ἡ­μῶν.

Κα­νὼν τοῦ Ἀ­πο­στό­λου, οὗ ἡ Ἀ­κρο­στι­χίς·
Τὸν εὐ­κλε­ῆ Φί­λιπ­πον ὑ­μνῶ προ­φρό­νως.
Θε­ο­φά­νους.

Ἦ­χος πλ. β´. Ὡς ἐν ἠ­πεί­ρῳ πε­ζεύ­σας.

Στίχ. Ἅ­γι­ε τοῦ Θε­οῦ πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.

Ταῖς ὑ­περ­φώ­τοις ἀ­κτῖ­σι τῆς τοῦ Χρι­στοῦ, θε­ϊ­κῆς λαμ­πρό­τη­τος, ἐ­νη­δό­με­νος τρα­νῶς, θε­ο­κῆ­ρυξ Φί­λιπ­πε ταῖς σαῖς, κα­τὰ μέ­θε­ξιν αὐ­γαῖς, ἡ­μᾶς κα­ταύ­γα­σον.

Ὁ τοῦ Πα­τρός σοι τὴν δό­ξαν δι᾿ ἑ­αυ­τοῦ, ὑ­πο­δεί­ξας Φί­λιπ­πε, τῷ χο­ρῷ τῶν Μα­θη­τῶν, σὲ Χρι­στὸς ἐ­νέ­τα­ξε τὴν σήν, προ­γι­νώ­σκων ἀ­ρε­τήν, Θε­ο­μα­κά­ρι­στε.

Δό­ξα.

Νῦν οὐκ αἰ­νίγ­μα­σι βλέ­πεις οὐ­δὲ σκι­αῖς, οὐδ᾿ ἐ­σό­πτροις Πάν­σο­φε, τὴν πη­γὴν τῶν ἀ­γα­θῶν, ὀ­ρε­κτῶν τὸ ἔ­σχα­τον Χρι­στόν, ἀλ­λὰ πρό­σω­πον ὁ­ρᾷς, σα­φῶς πρὸς πρό­σω­πον.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

­κλε­λοι­πό­των ἀρ­χόν­των ἐκ τῆς φυ­λῆς, τοῦ Ἰ­ού­δα Πά­να­γνε, ὁ Υἱ­ός σου καὶ Θε­ός, προ­ελ­θὼν Ἡ­γού­με­νος τῆς γῆς, τῶν πε­ρά­των ἀ­λη­θῶς, νῦν ἐ­βα­σί­λευ­σεν.

.

ᾨ­δὴ γ´. Ὁ Ἀ­να­στά­σι­μος.

Ἦ­χος πλ. δ´. Ὁ Εἱρ­μός.

στε­ρε­ώ­σας κατ᾿ ἀρ­χάς, τοὺς οὐ­ρα­νοὺς ἐν συ­νέ­σει, καὶ τὴν γῆν ἐ­πὶ ὑ­δά­των ἑ­δρά­σας, ἐν τῇ πέ­τρᾳ με Χρι­στέ, τῶν ἐν­το­λῶν σου στή­ρι­ξον, ὅ­τι οὐκ ἔ­στι πλήν σου, ἅ­γι­ος μό­νε Φι­λάν­θρω­πε.

Κα­τα­κρι­θέν­τα τὸν Ἀ­δάμ, τῇ γε­ύ­σει τῆς ἁ­μαρ­τί­ας, τῆς σαρ­κός σου τὸ σω­τή­ρι­ον πά­θος, ἐ­δι­κα­ί­ω­σε Χρι­στέ, αὐ­τὸς γὰρ οὐχ ὑ­πε­ύ­θυ­νος, τῇ τοῦ θα­νά­του πεί­ρᾳ, πέ­φη­νας ὁ ἀ­να­μάρ­τη­τος.

Τῆς ἀ­να­στά­σε­ως τὸ φῶς, ἐ­ξέ­λαμ­ψε τοῖς ἐν σκό­τει, τοῦ θα­νά­του καὶ σκι­ᾷ κα­θη­μέ­νοις, ὁ Θε­ός μου Ἰ­η­σοῦς, καὶ τῇ αὐ­τοῦ θε­ό­τη­τι, τὸν ἰ­σχυ­ρὸν δε­σμε­ύ­σας, το­ύ­του τὰ σκε­ύ­η δι­ήρ­πα­σε.

Θεοτοκίον.

Στίχ. Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Τῶν Χε­ρου­βεὶμ καὶ Σε­ρα­φε­ίμ, ἐ­δε­ί­χθης ὑ­ψη­λο­τέ­ρα, Θε­ο­τό­κε, σὺ γὰρ μό­νη ἐ­δέ­ξω, τὸν ἀ­χώ­ρη­τον Θε­όν, ἐν σῇ γα­στρὶ ἀ­μό­λυν­τε, δι­ὸ πι­στοί σε πάν­τες, ὕ­μνοις ἀ­εὶ μα­κα­ρί­ζο­μεν.

Καὶ τοῦ Ἀ­πο­στό­λου.

Ἦ­χος πλ. β´. Οὐκ ἔ­στιν ἅ­γι­ος ὡς σύ.

­πάρ­χων ἔμ­πλε­ως φω­τός, πρα­κτι­κῆς θε­ω­ρί­ας, τῷ φω­τὶ τῷ με­γά­λῳ, γε­νο­μέ­νῳ μεθ᾿ ἡ­μῶν, κα­τη­ξι­ώ­θης Χρι­στῷ, λει­τουρ­γῆ­σαι, Φί­λιπ­πε θε­σπέ­σι­ε.

Κρη­πὶς δογ­μά­των εὐ­σε­βῶν, ἡ σὴ μυ­στα­γω­γί­α, τοῖς πι­στοῖς ἀ­νε­δεί­χθη· δι᾿ αὐ­τῆς γὰρ τὸν Υἱ­όν, ἐ­πέ­γνω­μεν συμ­φυ­ῶς, ἡ­νω­μέ­νον, ὄν­τα τῷ Γεν­νή­το­ρι.

Δό­ξα.

Λυ­χνί­α γέ­γο­νας χρυ­σῆ, δᾳ­δου­χῶν τοῖς ἀν­θρώ­ποις, τὸ ἀ­ΐ­δι­ον φέγ­γος, καὶ φω­τί­ζων τῇ αὐ­τοῦ, τὴν οἰ­κου­μέ­νην σα­φῶς, ἐ­πι­γνώ­σει, Φί­λιπ­πε πα­νά­ρι­στε.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

­πὶ σοὶ Πά­να­γνε σε­μνή, πε­ποι­θὼς μὴ ἐκ­πέ­σω, τῆς εἰς σὲ προσ­δο­κί­ας· ἀλλ᾿ ὡς Μή­τηρ συμ­πα­θής, τοῦ φι­λαν­θρώ­που Θε­οῦ, τῶν πα­γί­δων, τοῦ ἐ­χθροῦ με λύ­τρω­σαι.

Συ­να­πτὴ μι­κρά, καὶ ἡ Ἐκ­φώ­νη­σις·
­τι σὺ εἶ Θε­ὸς ­μῶν

* * *

ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ

Κον­τά­κι­ον τοῦ Ἀ­πο­στό­λου.

Ἦ­χος πλ. δ´. Ὡς ἀ­παρ­χάς.

μα­θη­τὴς καὶ φί­λος σου, καὶ μι­μη­τής τοῦ πά­θους σου, τῇ οἰ­κου­μέ­νῃ Θε­όν σε ἐ­κή­ρυ­ξεν, ὁ θε­η­γό­ρος Φί­λιπ­πος. Ταῖς αὐ­τοῦ ἱ­κε­σί­αις, ἐξ ἐ­χθρῶν πα­ρα­νό­μων, τὴν Ἐκ­κλη­σί­αν σου, δι­ὰ τῆς Θε­ο­τό­κου συν­τή­ρη­σον Πο­λυ­έ­λε­ε.

Ὁ Οἶ­κος.

εῖ­θρα λό­γου πα­ρά­σχου μοι Κύ­ρι­ε, ὁ ὑ­δά­των τὴν φύ­σιν δει­μά­με­νος, τὴν καρ­δί­αν μου στή­ρι­ξον Δέ­σπο­τα, ὁ τὴν γῆν στε­ρε­ώ­σας τῷ λό­γῳ σου, καὶ φώ­τι­σόν μου τὴν δι­ά­νοι­αν, ὁ τὸ φῶς ὡς χι­τῶ­να ἀ­να­βαλ­λό­με­νος, ἵ­να λέ­γω καὶ ψάλ­λω τὰ πρέ­πον­τα, καὶ ἀ­ξί­ως ὑ­μνή­σω τὸν σὸν Μα­θη­τὴν Πο­λυ­έ­λε­ε.

Κά­θι­σμα τοῦ Ἀ­πο­στό­λου.

Ἦ­χος πλ. δ´. Τὴν Σο­φί­αν καὶ Λό­γον.

­λα­τὴρ τῶν δαι­μό­νων ἀ­να­δει­χθείς, καὶ φω­στὴρ τῶν ἐν σκό­τει ἀ­πο­φαν­θείς, ἔ­δει­ξας τὸν Ἥ­λι­ον, ἐκ Παρ­θέ­νου ἐ­κλάμ­ψαν­τα, καὶ να­οὺς εἰ­δώ­λων, συν­τρί­ψας ἀ­νή­γει­ρας, ἐκ­κλη­σί­ας Μά­καρ, εἰς δό­ξαν Θε­οῦ ἡ­μῶν· ὅ­θεν σε τι­μῶ­μεν, καὶ τὴν θεί­αν σου μνή­μην, λαμ­πρῶς ἑ­ορ­τά­ζο­μεν, καὶ συμ­φώ­νως βο­ῶ­μέν σοι· Ἀ­πό­στο­λε Φί­λιπ­πε, πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ τῶν πται­σμά­των ἄ­φε­σιν δω­ρή­σα­σθαι, τοῖς ἑ­ορ­τά­ζου­σι πό­θῳ, τὴν ἁ­γί­αν μνή­μην σου.

Δό­ξα. Ὅ­μοι­ον.

μ­βρο­φό­ρος νε­φέ­λη πνευ­μα­τι­κή, ἀ­λη­θῶς ἀ­νε­δεί­χθης τοῖς ἐ­πὶ γῆς, πο­τί­ζων ὡς ἄ­ρου­ραν, μυ­στι­κῶς τὰς καρ­δί­ας ἡ­μῶν· δι­α­δρα­μὼν γὰρ τῷ λό­γῳ, δρο­σί­ζεις τὰ πέ­ρα­τα, ὑ­ε­τοὺς προ­χέ­ων, τὰ μύ­ρα τῇ λάρ­να­κι· ὅ­θεν δι­α­πνεύ­σας, ταῖς ἀ­πί­στοις καρ­δί­αις, ὀ­σμὴν τὴν τοῦ Πνεύ­μα­τος, ἐν αὐ­ταῖς ἐ­θη­σαύ­ρι­σας, Ἀ­πό­στο­λε Φί­λιπ­πε, πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, τῶν πται­σμά­των ἄ­φε­σιν δω­ρή­σα­σθαι, τοῖς ἑ­ορ­τά­ζου­σι πό­θῳ, τὴν ἁ­γί­αν μνή­μην σου.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τὴν ψυ­χήν μου Παρ­θέ­νε τὴν τα­πει­νήν, ἀ­πὸ βρέ­φους μο­λύ­νας ὁ μι­α­ρός, καὶ λό­γοις καὶ πρά­ξε­σιν, ἐ­μαυ­τὸν κα­τεῤ­ῥύ­πω­σα· καὶ οὐκ ἔ­χω τί πρά­ξαι, οὐ­δὲ κα­τα­φύ­γι­ον, ἀλλ᾿ οὐδ᾿ ἄλ­λην ἐλ­πί­δα, πλήν σου Κό­ρη ἐ­πί­στα­μαι. Φεῦ μοι τῷ ἀ­χρεί­ῳ! Δι­ὰ τοῦ­το ἱ­κέ­της, πρὸς σὲ τὴν Πα­νά­χραν­τον, νῦν προ­στρέ­χω καὶ δέ­ο­μαι, ὁ­μο­λο­γῶν σοι τό· Ἥ­μαρ­τον. Πρέ­σβευ­ε τῷ σῷ Υἱ­ῷ καὶ Θε­ῷ, τῶν πται­σμά­των ἄ­φε­σιν δο­θῆ­ναί μοι· εἰς σὲ γὰρ πᾶ­σαν ἐλ­πί­δα, ἀ­νέ­θη­κα Δέ­σποι­να.

Συ­να­πτὴ μι­κρά καὶ ἡ Ἐκ­φώ­νη­σις·
Σὺ γὰρ εἶ ὁ Βα­σι­λε­ύς…

* * *

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΜΗΝΟΛΟΓΙΟΝ

Κον­τά­κι­ον τὸ Ἀ­να­στά­σι­μον.

Ἦ­χος πλ. δ´. Ὡς ἀ­παρ­χὰς τῆς φύ­σε­ως.

­ξα­να­στὰς τοῦ μνή­μα­τος, τοὺς τε­θνε­ῶ­τας ἤ­γει­ρας, καὶ τὸν Ἀ­δὰμ ἀ­νέ­στη­σας, καὶ ἡ Εὔ­α χο­ρε­ύ­ει ἐν τῇ σῇ Ἀ­να­στά­σει, καὶ κό­σμου τὰ πέ­ρα­τα πα­νη­γυ­ρί­ζου­σι, τῇ ἐκ νε­κρῶν ἐ­γέρ­σει σου Πο­λυ­έ­λε­ε.

Ὁ Οἶ­κος

Τὰ τοῦ ᾅ­δου σκυ­λε­ύ­σας βα­σί­λει­α, καὶ νε­κροὺς ἀ­να­στή­σας Μα­κρό­θυ­με, Γυ­ναι­ξὶ Μυ­ρο­φό­ροις συ­νήν­τη­σας, ἀν­τὶ λύ­πης, χα­ρὰν κο­μι­σά­με­νος, καὶ Ἀ­πο­στό­λοις σου ἐ­μή­νυ­σας τὰ τῆς νί­κης σύμ­βο­λα, Σω­τήρ μου ζω­ο­δό­τα, καὶ τὴν κτί­σιν ἐ­φώ­τι­σας φι­λάν­θρω­πε· δι­ὰ τοῦ­το καὶ κό­σμος συγ­χα­ί­ρει, τῇ ἐκ νε­κρῶν ἐ­γέρ­σει σου πο­λυ­έ­λε­ε.

Συ­να­ξά­ρι­ον.

Τῇ ΙΔ´ τοῦ αὐ­τοῦ μη­νός, Μνή­μη τοῦ Ἁ­γί­ου Ἐν­δό­ξου καὶ Πα­νευ­φή­μου Ἀ­πο­στό­λου Φι­λίπ­που, ἑ­νὸς τῆς πρώ­της χο­ρεί­ας τῶν Δώ­δε­κα.

Στί­χοι.

Ἀρ­θεὶς Φί­λιπ­πος ἐκ πο­δῶν ἐ­πὶ ξύ­λου,
Τὰ τῶν πο­δῶν σοι νί­πτρα, Σῶ­τερ, ἐ­κτί­ει.

Ἤρ­θης κἀκ­κε­φα­λῆς δε­κά­τῃ, Φί­λιπ­πε, τε­τάρ­τῃ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ἡ Κοί­μη­σις τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Γρη­γο­ρί­ου, Ἀρ­χι­ε­πι­σκό­που Θεσ­σα­λο­νί­κης, τοῦ Πα­λα­μᾶ, τοῦ Θαυ­μα­τουρ­γοῦ καὶ ὑ­περ­θέ­ου δι­δα­σκά­λου τοῦ ἀ­κτί­στου φω­τός, τοῦ δι­α­πρέ­ψαν­τος ἐν ἔ­τει ͵α­τμ´ (1340). Ἔ­τι δὲ καὶ τῶν λοι­πῶν με­λῶν τῆς οἰ­κο­γε­νεί­ας αὐ­τοῦ, ἤ­τοι τῶν γο­νέ­ων Κων­σταν­τί­ου καὶ Καλ­λο­νῆς καὶ τῶν αὐ­τα­δέλ­φων αὐ­τοῦ Ὁ­σί­ων Θε­ο­δο­σί­ου καὶ Μα­κα­ρί­ου καὶ Ἐ­πι­χά­ρε­ως καὶ Θε­ο­δό­της.

Στί­χοι.

Φω­τὸς λαμ­πρὸν κή­ρυ­κα νῦν ὄν­τως μέ­γαν,
Πη­γὴ φά­ους ἄ­δυ­τον ἄ­γει πρὸς φέγ­γος.

Θε­ῷ συ­νή­φθης γρη­γο­ρῶν φε­ρω­νύ­μως,
Καὶ ζῇς με­τα­στάς, θαυ­μα­τουρ­γεῖς δ᾿ ἐν τά­φῳ.

Τίς ἄν σε, Γρη­γό­ρι­ε, τίς ἐ­παι­νέ­σαι;
Τι­μῆς Θε­οῦ λα­χόν­τα τῆς ἐκ θαυ­μά­των.

Γρη­γό­ρι­ος θά­νεν ἀρ­χι­θύ­της, τε­τάρ­τῃ δε­κά­τῃ τε.

Ἅ­γι­ος Ἔν­δο­ξος Νε­ο­μάρ­τυς Κων­σταν­τῖ­νος, ὁ ἐξ Ὕ­δρας μὲν βλα­στή­σας, ἐν δὲ τῇ νή­σῳ Ῥό­δῳ μαρ­τυ­ρή­σας ἐν ἔ­τει ͵α­ω´ (1800), ἀγ­χό­νῃ τε­λει­οῦ­ται.

Στί­χοι.

Ὕ­δρᾳ ἀ­νύ­δρῳ νῦν ῥέ­ει ξέ­νον,
Τῶν ἰ­α­μά­των ἐκ σο­ροῦ Κων­σταν­τί­νου.

Βῇ δε­κά­τῃ τε­τάρ­τῃ νε­ό­α­θλος δῶ­μα Θε­οῖ­ο.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ εὐ­σε­βοῦς βα­σι­λέ­ως Ἰ­ου­στι­νι­α­νοῦ Α´ καὶ τῆς συ­ζύ­γου αὐ­τοῦ Θε­ο­δώ­ρας.

Στί­χοι.

Ἰ­ου­στι­νι­α­νὸς σὺν τῇ Θε­ο­δώ­ρα,
Μέ­το­χοί εἰ­σι Βα­σι­λεί­ας τῆς ἄ­νω.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, Μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Εὐ­φη­μι­α­νοῦ, ἀ­σκή­σαν­τος ἐν Κύ­πρῳ.

Στί­χοι.

Εὐ­φη­μι­α­νὸς ἀ­σκή­σας ἐν τῇ Κύ­πρῳ,
Ἐ­δὲμ εὕ­ρα­το ἀ­νά­παυ­σιν τῶν κό­πων.

*

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Φι­λίπ­που, κτί­το­ρος τῆς Μο­νῆς τῆς Ἁ­γί­ας Τρι­ά­δος ἐν Ἰ­ράπ, πλη­σί­ον τοῦ Νόβ­γκο­ροντ.

Στί­χοι.

Τρι­ά­δα ἔ­χει ὁ Φί­λιπ­πος χρε­ῶ­στιν,
ᾟ ἀ­νέ­θε­το Μο­νὴν εὐ­α­γε­στά­την.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, Κυ­ρι­α­κῇ με­τὰ τὴν δε­κά­την τρί­την τοῦ μη­νὸς Νο­εμ­βρί­ου, Σύ­να­ξιν ἐ­πι­τε­λοῦ­μεν πάν­των τῶν συ­νερ­γα­τῶν, εὐ­ερ­γε­τῶν, φοι­τη­τῶν, δι­α­κό­νων καὶ δο­ρυ­φό­ρων τοῦ ἱ­ε­ροῦ Χρυ­σο­στό­μου σὺν Ἀν­θού­σῃ, τῇ αὐ­τοῦ μη­τρὶ καὶ Ὀ­λυμ­πι­ά­δι, τῆ σε­μνῇ δι­α­κό­νῳ.

Στί­χοι.

Χαί­ρε­τε, συ­νερ­γοί, μα­θη­ταὶ καὶ φί­λοι
σε­πτοῦ Χρυ­σο­στό­μου, εὐ­σε­βεί­ας στύ­λου.

δὲ χο­ρὸς τῶν ἑ­ορ­τα­ζο­μέ­νων Ἁ­γί­ων δι­α­λαμ­βά­νει τοὺς ἑ­ξῆς· Ἀν­θοῦ­σαν, μη­τέ­ρα τοῦ ἱ­ε­ροῦ Χρυ­σο­στό­μου, Ὀ­λυμ­πι­ά­δα, τὴν αὐ­τοῦ πι­στο­τά­την μα­θή­τρι­αν, συ­νερ­γὸν καὶ δι­ά­κο­νον, με­τὰ τῶν δι­α­κο­νισ­σῶν Ἐ­λισ­σαν­θί­ας, Μαρ­τυ­ρί­ας καὶ Παλ­λα­δί­ας, Με­λέ­τι­ον, Ἀρ­χι­ε­πί­σκο­πον Ἀν­τι­ο­χεί­ας, τὸν αὐ­τὸν χει­ρο­το­νή­σαν­τα, Πρό­κλον, Πα­τρι­άρ­χην Κων­σταν­τι­νου­πό­λε­ως, τὸν αὐ­τοῦ μα­θη­τὴν καὶ δι­ά­κο­νον, τὸν ἀ­νύ­σαν­τα κα­τορ­θώ­σαν­τα τὴν ἐ­πά­νο­δον τῶν ἱ­ε­ρῶν λει­ψά­νων τοῦ Ἁ­γί­ου Πα­τρὸς ἐκ Κο­μά­νων εἰς Βα­σι­λεύ­ου­σαν, Παλ­λά­δι­ον, Ἐ­πί­σκο­πον Ἑ­λε­νου­πό­λε­ως, τὸν κα­τα­γρά­ψαν­τα τὴν αὐ­τοῦ λαμ­πρὰν πο­λι­τεί­αν, Κασ­σι­α­νὸν τὸν Ῥω­μαῖ­ον, Ὅ­σι­ον ἀ­σκη­τήν, χει­ρο­το­νη­θέν­τα εἰς δι­ά­κο­νον ὑπ᾿ αὐ­τοῦ καὶ κα­τα­λι­πόν­τα τὴν Κων­σταν­τι­νού­πο­λιν τοῦ ὀρ­γα­νῶ­σαι τὸν μο­να­χι­κὸν βί­ον ἐν τῇ Δύ­σῃ, Νεῖ­λον Ὅ­σι­ον, τὸν Σι­να­ΐ­την, αὐ­τοῦ μα­θη­τήν, Μᾶρ­κον τὸν ἀ­σκη­τήν, φί­λον αὐ­τοῦ καὶ μα­θη­τήν, ὡς καὶ πλῆ­θος ἐ­πω­νύ­μων καὶ ἀ­νω­νύ­μων Ἐ­πι­σκό­πων, Πρε­σβυ­τέ­ρων, Δι­α­κό­νων, Μο­να­χῶν καὶ Λα­ϊ­κῶν, πλεί­στων ἐξ αὐ­τῶν ὁ­μο­λο­γη­τῶν ἀ­να­δει­χθέν­των τῆς ὀρ­θο­δό­ξου πί­στε­ως.

Ταῖς αὐ­τῶν ἁ­γί­αις πρε­σβε­ί­αις, Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς. Ἀ­μήν.

* * *

ΚΑΤΑΒΑΣΙΑΙ

ᾨ­δὴ α´. Ἦ­χος δ´.

­νοί­ξω τὸ στό­μα μου * καὶ πλη­ρω­θή­σε­ται Πνεύ­μα­τος * καὶ λό­γον ἐ­ρεύ­ξο­μαι * τῇ βα­σι­λί­δι Μη­τρί· * καὶ ὀ­φθή­σο­μαι * φαι­δρῶς πα­νη­γυ­ρί­ζων * καὶ ᾄ­σω γη­θό­με­νος * ταύ­της τὴν Εἴ­σο­δον.

ᾨ­δὴ γ´.

Τοὺς σοὺς ὑ­μνο­λό­γους, Θε­ο­τό­κε, * ἡ ζῶ­σα καὶ ἄ­φθο­νος πη­γή, * θί­α­σον συγ­κρο­τή­σαν­τας * πνευ­μα­τι­κόν, στε­ρέ­ω­σον· * κἂν τῇ σε­πτῇ Εἰ­σό­δῳ σου * στε­φά­νων δό­ξης ἀ­ξί­ω­σον.

ᾨ­δὴ δ´.

Τὴν ἀ­νε­ξι­χνί­α­στον θεί­αν βου­λὴν * τῆς ἐκ τῆς Παρ­θέ­νου σαρ­κώ­σε­ως * σοῦ τοῦ ὑ­ψί­στου * ὁ προ­φή­της Ἀβ­βα­κοὺμ * κα­τα­νο­ῶν ἐ­κραύ­γα­ζε· * Δό­ξα τῇ δυ­νά­μει σου, Κύ­ρι­ε.

ᾨ­δὴ ε´.

Ἐ­ξέ­στη τὰ σύμ­παν­τα * ἐν τῇ σε­πτῇ Εἰ­σό­δῳ σου· * σὺ γὰρ ἀ­πει­ρό­γα­με Παρ­θέ­νε, * ἔν­δον εἰ­σῆλ­θες * ἐν τῷ Να­ῷ τοῦ Θε­οῦ, * ὥ­σπερ κα­θα­ρώ­τα­τος Να­ός, * πᾶ­σι τοῖς ὑ­μνοῦ­σί σε * τὴν εἰ­ρή­νην βρα­βεύ­ου­σα.

ᾨ­δὴ Ϛ´.

Τὴν θεί­αν ταύ­την καὶ πάν­τι­μον * τε­λοῦν­τες ἑ­ορ­τὴν οἱ θε­ό­φρο­νες * τῆς Θε­ο­μή­το­ρος * δεῦ­τε τὰς χεῖ­ρας κρο­τή­σω­μεν, * τὸν ἐξ αὐ­τῆς τε­χθέν­τα * Θε­ὸν δο­ξά­ζον­τες.

ᾨ­δὴ ζ´.

Οὐκ ἐ­λά­τρευ­σαν * τῇ κτί­σει οἱ θε­ό­φρο­νες * πα­ρὰ τὸν κτί­σαν­τα· * ἀλ­λὰ πυ­ρὸς ἀ­πει­λὴν * ἀν­δρεί­ως πα­τή­σαν­τες * χαί­ρον­τες ἔ­ψαλ­λον· * Ὑ­πε­ρύ­μνη­τε, * ὁ τῶν πα­τέ­ρων Κύ­ρι­ος * καὶ Θε­ός, εὐ­λο­γη­τὸς εἶ.

ᾨ­δὴ η´.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν καὶ προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον.

Παῖ­δας εὐ­α­γεῖς ἐν τῇ κα­μί­νῳ * ὁ τό­κος τῆς Θε­ο­τό­κου δι­ε­σώ­σα­το, * τό­τε μὲν τυ­πού­με­νος· * νῦν δὲ ἐ­νερ­γού­με­νος * τὴν οἰ­κου­μέ­νην ἅ­πα­σαν * ἀ­γεί­ρει ψάλ­λου­σαν· * Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα * καὶ ὑ­πε­ρυ­ψοῦ­τε * εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον καὶ μη­τέ­ρα τοῦ φω­τός, ἐν ὕ­μνοις τι­μῶν­τες με­γα­λύ­νο­μεν.

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Ἦ­χος δ´.

Στίχ. α´. Με­γα­λύ­νει ἡ ψυ­χή μου τὸν Κύ­ρι­ον, καὶ ἠ­γαλ­λί­α­σε τὸ πνεῦ­μά μου ἐ­πὶ τῷ Θε­ῷ τῷ σω­τῆ­ρί μου.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Στίχ. β´. Ὅ­τι ἐ­πέ­βλε­ψεν ἐ­πὶ τὴν τα­πεί­νω­σιν τῆς δού­λης αὐ­τοῦ· ἰ­δοὺ γὰρ ἀ­πὸ τοῦ νῦν μα­κα­ρι­οῦ­σί με πᾶ­σαι αἱ γε­νε­αί.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ…

Στίχ. γ´. Ὅ­τι ἐ­ποί­η­σέ μοι με­γα­λεῖ­α ὁ δυ­να­τός, καὶ ἅ­γι­ον τὸ ὄ­νο­μα αὐ­τοῦ· καὶ τὸ ἔ­λε­ος αὐ­τοῦ εἰς γε­νε­ὰν καὶ γε­νε­ὰν τοῖς φο­βου­μέ­νοις αὐ­τόν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ…

Στίχ. δ´. Ἐ­ποί­η­σε κρά­τος ἐν βρα­χί­ο­νι αὐ­τοῦ, δι­ε­σκόρ­πι­σεν ὑ­πε­ρη­φά­νους δι­α­νοί­ᾳ καρ­δί­ας αὐ­τῶν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ…

Στίχ. ε.´ Κα­θεῖ­λε δυ­νά­στας ἀ­πὸ θρό­νων καὶ ὕ­ψω­σε τα­πει­νούς· πει­νῶν­τας ἐ­νέ­πλη­σεν ἀ­γα­θῶν καὶ πλου­τοῦν­τας ἐ­ξα­πέ­στει­λε κε­νούς.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ…

Στίχ. Ϛ´. Ἀν­τε­λά­βε­το Ἰσ­ρα­ὴλ παι­δὸς αὐ­τοῦ μνη­σθῆ­ναι ἐ­λέ­ους, κα­θὼς ἐ­λά­λη­σε πρὸς τοὺς πα­τέ­ρας ἡ­μῶν, τῷ Ἀ­βρα­ὰμ καὶ τῷ σπέρ­μα­τι αὐ­τοῦ ἕ­ως αἰ­ῶ­νος.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βίμ…

Κα­τα­βα­σί­α. ᾨ­δὴ θ´.

­πας γη­γε­νὴς * σκιρ­τά­τω τῷ πνεύ­μα­τι * λαμ­πα­δου­χού­με­νος· * πα­νη­γυ­ρι­ζέ­τω δὲ * ἀ­ΰ­λων νό­ων * φύ­σις, γε­ραί­ρου­σα * τὰ ἱ­ε­ρὰ Εἰ­σό­δι­α * τῆς Θε­ο­μή­το­ρος, * καὶ βο­ά­τω· * Χαί­ροις, παμ­μα­κά­ρι­στε * Θε­ο­τό­κε ἁ­γνή, ἀ­ει­πάρ­θε­νε.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν Ἐκ­φώ­νη­σις·
Ὅ­τι σ αἰ­νοῦ­σι πᾶ­σαι α δυ­νά­μεις…

* * *

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦ­χος β´.

­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν.

­γι­ος Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν. ­ψοῦ­τε Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν καὶ προ­σκυ­νεῖ­τε τῷ ὑ­πο­πο­δί­ῳ τῶν πο­δῶν αὐ­τοῦ, …

­τι ἅ­γι­ος ἐ­στι.

Ἐ­ξα­πο­στει­λά­ρι­ον Γ´. Ἦ­χος β´.

­τι Χρι­στὸς ἐ­γή­γερ­ται, μή τις δι­α­πι­στε­ί­τω, ἐ­φά­νη τῇ Μα­ρί­ᾳ γάρ, ἔ­πει­τα κα­θω­ρά­θη, τοῖς εἰς ἀ­γρὸν ἀ­πι­οῦ­σι· Μύσταις δὲ πά­λιν ὤ­φθη, ἀ­να­κει­μέ­νοις ἕν­δε­κα, οὓς βα­πτί­ζειν ἐκ­πέμ­ψας, εἰς οὐ­ρα­νο­ύς, ὅ­θεν κα­τα­βέ­βη­κεν ἀ­νε­λή­φθη, ἐ­πι­κυ­ρῶν τὸ κή­ρυγ­μα, πλή­θε­σι τῶν ση­με­ί­ων.

Καὶ τοῦ Ἀ­πο­στό­λου.

Ἦ­χος γ´. Ἐν Πνεύ­μα­τι τῷ Ἱ­ε­ρῷ.

Δρό­μον ὡ­ραί­ων σου πο­δῶν, Φί­λιπ­πε ἀ­να­στρέ­ψας, πο­ρεί­αν τὴν οὐ­ρά­νι­ον, ἀ­νε­λή­λυ­θας χαί­ρων· καὶ τῇ Τρι­ά­δι πα­ρε­στώς, ἐν Πα­τρὶ τε­θέ­α­σαι, Υἱ­ὸν καὶ Πνεῦ­μα τὸ θεῖ­ον· δι­ὰ τοῦ­το σου πό­θῳ, τὴν πα­νί­ε­ρον καὶ θεί­αν, ἑ­ορ­τά­ζο­μεν μνή­μην.

Θε­ο­το­κί­ον. Ὅ­μοι­ον.

­πε­ρα­γί­α Παρ­θέ­νε, δέ­η­σιν νῦν τῷ Υἱ­ῷ σου, ὑ­πὲρ ἡ­μῶν σὺν Φι­λίπ­πῳ, τῷ θεί­ῳ καὶ θε­η­γό­ρῳ, προ­σφέ­ρου­σα ἐκ παν­τοί­ων,

κα­κῶν πε­ρί­σῳ­ζε πάν­τας.

* * *

ΑΙΝΟΙ

Ἦ­χος πλ. δ´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα δ´.

Στίχ. Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.

Κύριε, εἰ καὶ κρι­τη­ρί­ῳ πα­ρέ­στης, ὑ­πὸ Πι­λά­του κρι­νό­με­νος, ἀλλ᾿ οὐκ ἀ­πε­λε­ί­φθης τοῦ θρό­νου, τῷ Πα­τρὶ συγ­κα­θε­ζό­με­νος, καὶ ἀ­να­στὰς ἐκ νε­κρῶν, τὸν κό­σμον ἠ­λευ­θέ­ρω­σας, ἐκ τῆς δου­λε­ί­ας τοῦ ἀλ­λο­τρί­ου, ὡς οἰ­κτίρ­μων καὶ Φι­λάν­θρω­πος.

Κύριε, εἰ καὶ ὡς νε­κρὸν ἐν μνη­με­ί­ῳ, Ἰ­ου­δαῖ­οι σε κα­τέ­θεν­το, ἀλλ᾿ ὡς Βα­σι­λέ­α ὑ­πνοῦν­τα, στρα­τι­ῶ­ταί σε ἐ­φύ­λατ­τον, καὶ ὡς ζω­ῆς θη­σαυ­ρόν, σφρα­γῖ­δι ἐ­σφρα­γί­σαν­το, ἀλ­λὰ ἀ­νέ­στης καὶ πα­ρέ­σχες, ἀ­φθαρ­σί­αν ταῖς ψυ­χαῖς ἡ­μῶν.

Στίχ. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Κύριε, ὅ­πλον κα­τὰ τοῦ δι­α­βό­λου, τὸν Σταυ­ρόν σου ἡ­μῖν δέ­δω­κας, φρίτ­τει γὰρ καὶ τρέ­μει, μὴ φέ­ρων κα­θο­ρᾶν αὐ­τοῦ τὴν δύ­να­μιν, ὅ­τι νε­κροὺς ἀ­νι­στᾷ καὶ θά­να­τον κα­τήρ­γη­σε, δι­ὰ τοῦ­το προ­σκυ­νοῦ­μεν, τὴν τα­φήν σου καὶ τὴν ἔ­γερ­σιν.

Στίχ. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Ἄγ­γε­λός σου Κύριε, ὁ τὴν Ἀ­νά­στα­σιν κη­ρύ­ξας, τοὺς μὲν φύ­λα­κας ἐ­φό­βη­σε, τὰ δὲ γύ­ναι­α ἐ­φώ­νη­σε λέ­γων· Τί ζη­τεῖ­τε τὸν ζῶν­τα με­τὰ τῶν νε­κρῶν, ἀ­νέ­στη, Θε­ός ὤν, καὶ τῇ οἰ­κου­μέ­νῃ ζω­ὴν ἐ­δω­ρή­σα­το.

Καὶ τοῦ Ἀ­πο­στό­λου γ´ εἰς δ´.

Ἦ­χος α´. Τῶν οὐ­ρα­νί­ων ταγ­μά­των.

Στίχ. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ, αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Τῶν οὐ­ρα­νί­ων σου φθόγ­γων τὰ ἀ­πη­χή­μα­τα, ἐ­πὶ τῆς γῆς παμ­μά­καρ, δι­ε­χύ­θη καὶ ταύ­την, ἐ­πλή­ρω­σε δογ­μά­των· δι᾿ ὧν τὸν Υἱ­όν, τῷ Πα­τρὶ καὶ τῷ Πνεύ­μα­τι, θε­ο­λο­γοῦν­τες Ἀ­πό­στο­λε μυ­στι­κῶς, ὁ­μο­ού­σι­ον δο­ξά­ζο­μεν.

Στίχ. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις, αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύριον.

Τῶν οὐ­ρα­νί­ων σου φθόγ­γων…

Στίχ. Εἰς πᾶ­σαν τὴν γῆν ἐ­ξῆλ­θεν ὁ φθόγ­γος αὐ­τοῦ καὶ εἰς τὰ πέ­ρα­τα τῆς Οἰ­κου­μέ­νης τὰ ῥή­μα­τα αὐ­τοῦ.

ς ἑ­ω­σφό­ρον σε πάν­τες τῶν Ἀ­πο­στό­λων Χρι­στοῦ, καὶ φα­ει­νὸν λαμ­πτῆ­ρα, τῆς σε­πτῆς Ἐκ­κλη­σί­ας, Φί­λιπ­πε τρι­σμά­καρ, ἔ­χον­τες νῦν, τὰς ψυ­χὰς φω­τι­ζό­με­θα, καὶ ἐκ κιν­δύ­νων λυ­τρού­με­θα δυ­σχε­ρῶν, ταῖς πρε­σβεί­αις σου πα­νεύ­φη­με.

Στίχ. Οἱ οὐ­ρα­νοὶ δι­η­γοῦν­ται δό­ξαν Θε­οῦ, ποί­η­σιν δὲ χει­ρῶν αὐ­τοῦ ἀ­ναγ­γέλ­λει τὸ στε­ρέ­ω­μα.

Δι­ὰ σταυ­ροῦ τὸν ἀ­γῶ­να τὸν τῆς ἀ­θλή­σε­ως, δι­η­νε­κῶς τῆς νί­κης, ἀ­νε­δή­σω στε­φά­νους, Φί­λιπ­πε ἀ­ξί­ως· μεθ᾿ ὧν εἰ­σελ­θών, εἰς τὰ ἄ­νω βα­σί­λει­α, συμ­πα­ρε­δρεύ­εις Ἀ­πό­στο­λε τῷ Χρι­στῷ, καὶ πρε­σβεύ­εις τοῦ σω­θῆ­ναι ἡ­μᾶς.

Ἕ­τε­ρον Προ­σό­μοι­ον πρὸς συμ­πλή­ρω­σιν τῶν ἀ­νω­τέ­ρω, ὡς ψάλ­λε­ται ἐν τῇ ἁ­γι­ο­τό­κῳ νή­σῳ Κύ­πρῳ, ἔν­θα τε­θη­σαύ­ρι­σται ἡ Τι­μί­α Κά­ρα τοῦ Ἁ­γί­ου Ἀ­πο­στό­λου Φι­λίπ­που.

Κέ­κτη­ται μά­καρ ἡ Κύ­προς, τὴν θεί­αν κά­ραν σου, λαμ­πρῶς ἐ­πι­τε­λοῦ­σα, σὴν σε­βά­σμι­ον μνή­μην, Φί­λιπ­πε θε­ό­φρον καὶ ἐν αὐ­τῇ, ἐγ­καυ­χω­μέ­νη ἀ­γάλ­λε­ται, ὅ­τι αὐ­τὴν ἐκ κιν­δύ­νων καὶ συμ­φο­ρῶν, ἐ­κλυ­τυ­ροῦ­σαι ταῖς πρε­σβεί­αις σου.

Δόξα. Ἑ­ω­θι­νὸν Γ´. Ἦ­χος γ´.

Τῆς Μα­γδα­λη­νῆς Μα­ρί­ας, τὴν τοῦ Σω­τῆ­ρος εὐ­αγ­γε­λι­ζο­μέ­νης, ἐκ νε­κρῶν Ἀ­νά­στα­σιν καὶ ἐμ­φά­νει­αν, δι­α­πι­στοῦν­τες οἱ Μα­θη­ταί, ὠ­νει­δί­ζον­το τὸ τῆς καρ­δί­ας σκλη­ρόν· ἀλ­λὰ τοῖς ση­με­ί­οις κα­θο­πλι­σθέν­τες καὶ θα­ύ­μα­σι, πρὸς τὸ κή­ρυγ­μα ἀ­πε­στέλ­λον­το· καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρ­χί­φω­τον ἀ­νε­λή­φθης Πα­τέ­ρα, οἱ δὲ ἐ­κή­ρυτ­τον παν­τα­χοῦ τὸν λό­γον, τοῖς θα­ύ­μα­σι πι­στο­ύ­με­νοι. Δι­ὸ οἱ φω­τι­σθέν­τες δι᾿ αὐ­τῶν δο­ξά­ζο­μέν σου, τὴν ἐκ νε­κρῶν Ἀ­νά­στα­σιν, φι­λάν­θρω­πε Κύριε.

Καὶ νῦν. Θε­ο­το­κί­ον. Ἦ­χος β´.

­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις, * Θε­ο­τό­κε Παρ­θέ­νε· * δι­ὰ γὰρ τοῦ ἐκ σοῦ σαρ­κω­θέν­τος, * ὁ ᾅ­δης ᾐχ­μα­λώ­τι­σται, * ὁ Ἀ­δὰμ ἀ­να­κέ­κλη­ται, * ἡ κα­τά­ρα νε­νέ­κρω­ται, * ἡ Εὔ­α ἠ­λευ­θέ­ρω­ται, * ὁ θά­να­τος τε­θα­νά­τω­ται, * καὶ ἡ­μεῖς ἐ­ζω­ο­ποι­ή­θη­μεν· * δι­ὸ ἀ­νυ­μνοῦν­τες βο­ῶ­μεν· * Εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν, * ὁ οὕ­τως εὐ­δο­κή­σας, δό­ξα σοι.

* * *

Καὶ εὐ­θὺς ψάλ­λε­ται
εἰς τὸν ἦ­χον τῆς Κυ­ρι­α­κῆς

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δό­ξα σοι τῷ δεί­ξαν­τι τὸ φῶς. * Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ * καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, * ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

­μνοῦ­μέν σε, * εὐ­λο­γοῦ­μέν σε, * προ­σκυ­νοῦ­μέν σε, * δο­ξο­λο­γοῦ­μέν σε, * εὐ­χα­ρι­στοῦ­μέν σοι * δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε βα­σι­λεῦ, * ἐ­που­ρά­νι­ε Θε­έ, * Πά­τερ παν­το­κρά­τορ· * Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, * Ἰ­η­σοῦ Χρι­στέ, * καὶ ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, * ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, * ὁ Υἱ­ὸς τοῦ Πα­τρός, * ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, * ἐ­λέ­η­σον ἡ­μᾶς, * ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, * ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, * καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

­τι σὺ εἶ μό­νος ἅ­γι­ος, * σὺ εἶ μό­νος Κύ­ρι­ος, * Ἰ­η­σοῦς Χρι­στός, * εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε * καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να * καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, * ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ * ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, * ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, * καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου * εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, * τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, * κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· * δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. (ἐκ γ´)

Κύ­ρι­ε, * κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν * ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. * Ἐ­γὼ εἶ­πα· * Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· * ἴ­α­σαι τὴν ψυ­χήν μου, * ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· * δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, * ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· * ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου * τοῖς γι­νώ­σκου­σί σε.

­γι­ος ὁ Θε­ός, * ἅ­γι­ος ἰ­σχυ­ρός, * ἅ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)

­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.

­γι­ος ὁ Θε­ός, * ­γι­ος ἰ­σχυ­ρός, * ­γι­ος ἀ­θά­να­τος· * ἐ­λέ­η­σον ἡ­μᾶς.

Καὶ τὸ ἀ­να­στά­σι­μον τρο­πά­ρι­ον. Ἦ­χος β´.

­να­στὰς ἐκ τοῦ μνή­μα­τος * καὶ τὰ δε­σμὰ δι­αρ­ρή­ξας τοῦ ᾅ­δου, * ἔ­λυ­σας τὸ κα­τά­κρι­μα τοῦ θα­νά­του, Κύ­ρι­ε, * πάν­τας ἐκ τῶν πα­γί­δων τοῦ ἐ­χθροῦ ῥυ­σά­με­νος· * ἐμ­φα­νί­σας σε­αυ­τὸν τοῖς ἀ­πο­στό­λοις σου * ἐ­ξα­πέ­στει­λας αὐ­τοὺς ἐ­πὶ τὸ κή­ρυγ­μα * καὶ δι᾿ αὐ­τῶν τὴν εἰ­ρή­νην * πα­ρέ­σχες τῇ οἰ­κου­μέ­νῃ, * μό­νε πο­λυ­έ­λε­ε.

* * * * *

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ὁ δι­ά­κο­νος τὰ εἰ­ρη­νι­κὰ
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα…

Ἐ­ὰν δὲν ψα­λῶ­σι Τυ­πι­κὰ με­τὰ Μα­κα­ρι­σμῶν, τὰ Ἀν­τί­φω­να τῶν Κυ­ρι­α­κῶν·

Ἀν­τί­φω­νον Α´. Ἦ­χος β´. Ψαλ­μὸς ρβ´ (102).

Στίχ. α´. Εὐ­λό­γει ἡ ψυ­χή μου, τὸν Κύριον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.

Ταῖς πρε­σβε­ί­αις τῆς Θε­ο­τό­κου, * Σῶ­τερ, σῶ­σον ἡ­μᾶς.

Στίχ. β´. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύριον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.

Ταῖς πρε­σβε­ί­αις τῆς Θε­ο­τό­κου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐ­ρα­νῷ ἡ­το­ί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λε­ί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.

Ταῖς πρε­σβε­ί­αις τῆς Θε­ο­τό­κου…

Δόξα. Καὶ νῦν.

Ταῖς πρε­σβε­ί­αις τῆς Θε­ο­τό­κου…

Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν· ­τι σὸν τὸ κρά­τος…

 Ἀν­τί­φω­νον Β´. Ἦ­χος β´. Ψαλ­μὸς ρμε´ (145).

Στίχ. α´. Αἴ­νει, ἡ ψυ­χή μου, τὸν Κύριον· αἰ­νέ­σω Κύριον ἐν τῇ ζω­ῇ μου· ψα­λῷ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, * ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν, * ψάλ­λον­τάς σοι, Ἀλ­λη­λο­ύ­ϊ­α.

Στίχ. β´. Μα­κά­ρι­ος, οὗ ὁ Θε­ὸς Ἰ­α­κὼβ βο­η­θὸς αὐ­τοῦ, ἡ ἐλ­πὶς αὐ­τοῦ ἐ­πὶ Κύριον τὸν Θε­ὸν αὐ­τοῦ.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς …

Στίχ. γ´. Βα­σι­λε­ύ­σει Κύριος εἰς τὸν αἰ­ῶ­να, ὁ Θε­ός σου, Σι­ών, εἰς γε­νε­ὰν καὶ γε­νε­άν.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ, ὁ ἀ­να­στὰς …

Δόξα. Καὶ νῦν.

μο­νο­γε­νὴς Υἱ­ὸς καὶ Λό­γος τοῦ Θε­οῦ, * ἀ­θά­να­τος ὑ­πάρ­χων * καὶ κα­τα­δε­ξά­με­νος * δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν * σαρ­κω­θῆ­ναι ἐκ τῆς ἁ­γί­ας Θε­ο­τό­κου * καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, * ἀ­τρέ­πτως ἐ­ναν­θρω­πή­σας, * σταυ­ρω­θείς τε, Χρι­στὲ ὁ Θε­ός, * θα­νά­τῳ θά­να­τον πα­τή­σας, * εἷς ὢν τῆς ἁ­γί­ας Τρι­ά­δος, * συν­δο­ξα­ζό­με­νος τῷ Πα­τρὶ * καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, * σῶ­σον ἡ­μᾶς.

Ὁ δι­ά­κο­νος τὴν μι­κρὰν συ­να­πτὴν
καὶ ὁ ἱ­ε­ρεὺς τὴν ἐκ­φώ­νη­σιν·
Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος…

 Ἀν­τί­φω­νον Γ´. Ἦ­χος ὁ τυ­χών. Ψ. ριζ´ (117).

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον τοῦ ἤ­χου.

Στίχ. β´. Εἰ­πά­τω­σαν δὴ πάν­τες οἱ φο­βού­με­νοι τὸν Κύ­ρι­ον, ὅ­τι ἀ­γα­θός, ὅ­τι εἰς τὸν αἰ­ῶ­να τὸ ἔ­λε­ος αὐ­τοῦ.

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

Στίχ. γ´. Αὕ­τη ἡ ἡ­μέ­ρα, ἣν ἐ­ποί­η­σεν ὁ Κύ­ρι­ος· ἀ­γαλ­λι­α­σώ­με­θα καὶ εὐ­φραν­θῶ­μεν ἐν αὐ­τῇ.

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.

* * *

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

Εἰ­σο­δι­κόν. Ἦ­χος β´. (Ἐ­ὰν εἰ­σο­δεύ­ουν πολ­λοὶ ἱ­ε­ρεῖς, ψάλ­λουν αὐ­τοὶ τὸ εἰ­σο­δι­κόν).

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ. Σῶ­σον ἡ­μᾶς Υἱ­ὲ Θε­οῦ ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν…

ψάλ­λον­τάς σοι, Ἀλ­λη­λο­ύ­ϊ­α.

* * *

Τὸ ἀ­να­στά­σι­μον ἀ­πο­λυ­τί­κι­ον.
(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων,
ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)

Τὰ ἀ­πο­λυ­τί­κι­α τῶν ἑ­ορ­τα­ζο­μέ­νων Ἁ­γί­ων.

Εἶ­τα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Να­οῦ.

Κον­τά­κι­ον.

(ψάλ­λε­ται ὑ­πὸ τῶν ἱ­ε­ρέ­ων,
ἐ­ὰν τε­λεῖ­ται συλ­λεί­τουρ­γον)

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

κα­θα­ρώ­τα­τος να­ὸς τοῦ Σω­τῆ­ρος, ἡ πο­λυ­τί­μη­τος πα­στὰς καὶ Παρ­θέ­νος, τὸ Ἱ­ε­ρὸν θη­σα­ύ­ρι­σμα τῆς δό­ξης τοῦ Θε­οῦ, σή­με­ρον εἰ­σά­γε­ται, ἐν τῷ οἴ­κῳ Κυ­ρί­ου, τὴν χά­ριν συ­νει­σά­γου­σα, τὴν ἐν Πνευ­μα­τι θε­ί­ῳ, ἣν ἀ­νυ­μνοῦ­σιν Ἄγ­γε­λοι Θε­οῦ· Αὕ­τη ὑ­πάρ­χει σκη­νὴ ἐ­που­ρά­νι­ος.

* * *

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

* * *

ΑΠΟΣΤΟΛΟΣ

Τοῦ Ἀποστόλου. [Τῆς Ι´ Κυρ.] (Α´ Κορ. δ´ 9-16)

Προ­κεί­με­νον. Ἦ­χος πλ. δ´. (Ψαλ­μὸς ι­η´).

Εἰς πᾶ­σαν τὴν γῆν ἐ­ξῆλ­θεν ὁ φθόγ­γος αὐ­τοῦ, καὶ εἰς τὰ πέ­ρα­τα τῆς οἰ­κου­μέ­νης τὰ ῥή­μα­τα αὐ­τοῦ.

Στίχ. Οἱ οὐ­ρα­νοὶ δι­η­γοῦν­ται δό­ξαν Θε­οῦ, ποί­η­σιν δὲ χει­ρῶν αὐ­τοῦ ἀ­ναγ­γέ­λει τὸ στε­ρέ­ω­μα.

Πρὸς Κο­ριν­θί­ους Α´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα

­δελ­φοί, ὁ Θε­ὸς ἡ­μᾶς τοὺς ἀ­πο­στό­λους ἐ­σχά­τους ἀ­πέ­δει­ξεν, ὡς ἐ­πι­θα­να­τί­ους, ὅ­τι θέ­α­τρον ἐ­γε­νή­θη­μεν τῷ κό­σμῳ, καὶ ἀγ­γέ­λοις καὶ ἀν­θρώ­ποις. Ἡ­μεῖς μω­ροὶ δι­ὰ Χρι­στόν, ὑ­μεῖς δὲ φρό­νι­μοι ἐν Χρι­στῷ· ἡ­μεῖς ἀ­σθε­νεῖς, ὑ­μεῖς δὲ ἰ­σχυ­ροί· ὑ­μεῖς ἔν­δο­ξοι, ἡ­μεῖς δὲ ἄ­τι­μοι. Ἄ­χρι τῆς ἄρ­τι ὥ­ρας καὶ πει­νῶ­μεν καὶ δι­ψῶ­μεν καὶ γυ­μνη­τεύ­ο­μεν καὶ κο­λα­φι­ζό­με­θα καὶ ἀ­στα­τοῦ­μεν καὶ κο­πι­ῶ­μεν ἐρ­γα­ζό­με­νοι ταῖς ἰ­δί­αις χερ­σί· λοι­δο­ρού­με­νοι εὐ­λο­γοῦ­μεν, δι­ω­κό­με­νοι ἀ­νε­χό­με­θα, βλα­σφη­μού­με­νοι πα­ρα­κα­λοῦ­μεν· ὡς πε­ρι­κα­θάρ­μα­τα τοῦ κό­σμου ἐ­γε­νή­θη­μεν, πάν­των πε­ρί­ψη­μα ἕ­ως ἄρ­τι. Οὐκ ἐν­τρέ­πων ὑ­μᾶς γρά­φω ταῦ­τα, ἀλλ᾿ ὡς τέ­κνα μου ἀ­γα­πη­τὰ νου­θε­τῶ. Ἐ­ὰν γὰρ μυ­ρί­ους παι­δα­γω­γοὺς ἔ­χη­τε ἐν Χρι­στῷ, ἀλλ᾿ οὐ πολ­λοὺς πα­τέ­ρας· ἐν γὰρ Χρι­στῷ Ἰ­η­σοῦ δι­ὰ τοῦ εὐ­αγ­γε­λί­ου ἐ­γὼ ὑ­μᾶς ἐ­γέν­νη­σα. Πα­ρα­κα­λῶ οὖν ὑ­μᾶς, μι­μη­ταί μου γί­νε­σθε.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος β´. (Ψαλ­μὸς πη´).

Στίχ. Ἐ­ξο­μο­λο­γή­σον­ται οἱ οὐ­ρα­νοὶ τὰ θαυ­μά­σι­ά σου, Κύ­ρι­ε.

Ὁ Θε­ὸς ὁ ἐν­δο­ξα­ζό­με­νος ἐν βου­λῇ ἁ­γί­ων.

* * *

ΕΥΑΓΓΕΛΙΟΝ

Κυ­ρι­α­κῆς Η´ Λου­κᾶ (ι´ 25-37).

κ τοῦ κα­τὰ Λου­κᾶν Ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ Ἀ­νά­γνω­σμα.

Τῷ και­ρῷ ἐ­κεί­νῳ, νο­μι­κός τις προ­σῆλ­θε τῷ Ἰ­η­σοῦ, πει­ρά­ζων αὐ­τὸν καὶ λέ­γων· Δι­δά­σκα­λε, τὶ ποι­ή­σας ζω­ὴν αἰ­ώ­νι­ον κλη­ρο­νο­μή­σω; Ὁ δὲ εἶ­πε πρὸς αὐ­τόν· Ἐν τῷ νό­μῳ τὶ γέ­γρα­πται; πῶς ἀ­να­γι­νώ­σκεις; Ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πεν· «Ἀ­γα­πή­σεις Κύριον τὸν Θε­όν σου ἐξ ὅ­λης τῆς καρ­δί­ας σου καὶ ἐξ ὅ­λης τῆς ψυ­χῆς σου καὶ ἐξ ὅ­λης τῆς ἰ­σχύ­ος σου καὶ ἐξ ὅ­λης τῆς δι­α­νο­ί­ας σου, καὶ τὸν πλη­σί­ον σου ὡς σε­αυ­τόν». Εἶ­πε δὲ αὐ­τῷ· Ὀρ­θῶς ἀ­πε­κρί­θης· τοῦ­το πο­ί­ει καὶ ζή­σῃ. ὁ δὲ θέ­λων δι­και­οῦν ἑ­αυ­τὸν εἶ­πε πρὸς τὸν Ἰ­η­σοῦν· Καὶ τὶς ἐ­στί μου πλη­σί­ον; Ὑ­πο­λα­βὼν δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν· Ἄν­θρω­πός τις κα­τέ­βαι­νεν ἀ­πὸ Ἱ­ε­ρου­σα­λὴμ εἰς Ἱ­ε­ρι­χώ, καὶ λῃ­σταῖς πε­ρι­έ­πε­σεν· οἳ καὶ ἐκ­δύ­σαν­τες αὐ­τὸν καὶ πλη­γὰς ἐ­πι­θέν­τες ἀ­πῆλ­θον ἀ­φέν­τες ἡ­μι­θα­νῆ τυγ­χά­νον­τα. Κα­τὰ συγ­κυ­ρί­αν δὲ ἱ­ε­ρε­ύς τις κα­τέ­βαι­νεν ἐν τῇ ὁ­δῷ ἐ­κε­ί­νῃ, καὶ ἰ­δὼν αὐ­τὸν ἀν­τι­πα­ρῆλ­θεν. Ὁ­μο­ί­ως δὲ καὶ Λευ­ΐ­της γε­νό­με­νος κα­τὰ τὸν τό­πον, ἐλ­θὼν καὶ ἰ­δὼν ἀν­τι­πα­ρῆλ­θε. Σα­μα­ρε­ί­της δέ τις ὁ­δε­ύ­ων ἦλ­θε κατ᾿ αὐ­τὸν, καὶ ἰ­δὼν αὐ­τὸν ἐ­σπλαγ­χνί­σθη, καὶ προ­σελ­θὼν κα­τέ­δη­σε τὰ τρα­ύ­μα­τα αὐ­τοῦ ἐ­πι­χέ­ων ἔ­λαι­ον καὶ οἶ­νον, ἐ­πι­βι­βά­σας δὲ αὐ­τὸν ἐ­πὶ τὸ ἴ­δι­ον κτῆ­νος ἤ­γα­γεν αὐ­τὸν εἰς παν­δο­χεῖ­ον καὶ ἐ­πε­με­λή­θη αὐ­τοῦ· καὶ ἐ­πὶ τὴν αὔ­ρι­ον ἐ­ξελ­θών, ἐκ­βα­λὼν δύ­ο δη­νά­ρι­α ἔ­δω­κε τῷ παν­δο­χεῖ καὶ εἶ­πεν αὐ­τῷ· Ἐ­πι­με­λή­θη­τι αὐ­τοῦ, καὶ ὅ,τι ἂν προσ­δα­πα­νή­σῃς, ἐ­γὼ ἐν τῷ ἐ­πα­νέρ­χε­σθαί με ἀ­πο­δώ­σω σοι. Τίς οὖν το­ύ­των τῶν τρι­ῶν πλη­σί­ον δο­κεῖ σοι γε­γο­νέ­ναι τοῦ ἐμ­πε­σόν­τος εἰς τοὺς λῃ­στάς; Ὁ δὲ εἶ­πεν· Ὁ ποι­ή­σας τὸ ἔ­λε­ος μετ᾿ αὐ­τοῦ. Εἶ­πεν οὖν αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Πο­ρε­ύ­ου καὶ σὺ πο­ί­ει ὁ­μο­ί­ως.

Δό­ξα σοι Κύ­ρι­ε, δό­ξα σοι.

* * *

Καὶ κα­θε­ξῆς ἡ Θεί­α Λει­τουρ­γί­α
τοῦ Ἱ­ε­ροῦ Χρυ­σο­στό­μου

* * *

Εἰς τό· Ἐ­ξαι­ρέ­τω­ς τῆς Πα­να­γί­ας…

­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς * μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, * τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον * καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. * Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν * ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως * Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

* * *

Κοι­νω­νι­κόν.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν. Ἀλ­λη­λού­ϊ­α.

Με­τὰ τὴν με­τά­δο­σιν. Ἦ­χος β´.

Εἴ­δο­μεν τὸ φῶς τὸ ἀ­λη­θι­νόν, * ἐ­λά­βο­μεν Πνεῦ­μα ἐ­που­ρά­νι­ον, * εὕ­ρο­μεν πί­στιν ἀ­λη­θῇ, * ἀ­δι­αί­ρε­τον Τρι­ά­δα προ­σκυ­νοῦν­τες· * αὕ­τη γὰρ ἡ­μᾶς ἔ­σω­σεν.

 Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εί…

­μήν. Εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν καὶ εἰς ζω­ὴν τὴν αἰ­ώ­νι­ον. Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

Με­τὰ τὴν ὀ­πι­σθάμ­βω­νον εὐ­χήν. Ἦ­χος β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πό τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (ἐκ γ´)

Ἀ­πό­λυ­σις· «… ἀ­να­στὰς ἐκ νε­κρῶν…»

Δι᾿ εὐ­χῶν… ­μήν.

* * * * *

ΕΝΑΛΛΑΚΤΙΚΑ ΥΜΝΟΛΟΓΙΚΑ

Ἀ­πο­λυ­τί­κι­ον τοῦ Ἀ­πο­στό­λου.

Ἦ­χος γ´. Θεί­ας πί­στε­ως. Γε­ρα­σί­μου.

Θεί­αν ἔλ­λαμ­ψιν, τοῦ Πα­ρα­κλή­του, εἰσ­δε­ξά­με­νος, πυ­ρὸς ἐν εἴ­δει, παγ­κο­σμί­ως ὡς ἀ­στὴρ ἀ­να­τέ­λα­κας, καὶ τῇ ἀ­γνοί­ας τὸν ζό­φον δι­έ­λυ­σας, τῇ θεί­α αἴ­γλῃ Ἀ­πό­στο­λε Φί­λιπ­πε. Ὅ­θεν πρέ­σβευ­ε, Χρι­στῷ τῷ Θε­ῷ δε­ό­με­θα, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέ­γα ἔ­λε­ος.

Ἀ­πο­λυ­τί­κι­ον τοῦ Ἱ­ε­ράρ­χου.

Ἦ­χος πλ. δ´.

ρ­θο­δο­ξί­ας ὁ φω­στήρ, Ἐκ­κλη­σί­ας τὸ στή­ριγ­μα καὶ δι­δά­σκα­λε, τῶν μο­να­στῶν ἡ καλ­λο­νή, τῶν Θε­ο­λό­γων ὑ­πέρ­μα­χος ἀ­προ­σμά­χη­τος, Γρη­γό­ρι­ε θαυ­μα­τουρ­γέ, Θεσ­σα­λο­νί­κης τὸ καύ­χη­μα, κῆ­ρυξ τῆς Χά­ρι­τος, ἱ­κέ­τευ­ε δι­ὰ παν­τός, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Ἀ­πο­λυ­τί­κι­ον τοῦ Νε­ο­μάρ­τυ­ρος.

Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Τὸν λαμ­πρὸν γό­νον Ὕ­δρας καὶ τῆς Ῥό­δου τὸ καύ­χη­μα, καὶ Νε­ο­μαρ­τύ­ρων τὸ κλέ­ος, Κων­σταν­τί­νον τι­μή­σω­μεν, ἐν ὕ­μνοις καὶ ᾠ­δαῖς πνευ­μα­τι­καῖς, τὴν μνή­μην ἐ­κτε­λοῦν­τες τὴν αὐ­τοῦ, ἵ­να λά­βω­μεν πλου­σί­αν τὴν ἀ­μοι­βήν, πα­ρὰ Θε­οῦ κραυ­γά­ζον­τες· Δό­ξα τῷ σὲ δο­ξά­σαν­τι Χρι­στῷ, δό­ξα τῷ σὲ ἐ­νι­σχύ­σαν­τι, καὶ ἐν ὑ­στέ­ροις και­ροῖς σὲ στε­φα­νώ­σαν­τι.

Ἀ­πο­λυ­τί­κι­ον τοῦ Ὁ­σί­ου.

Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Τῶν ὁ­σί­ων φω­στῆ­ρα καὶ τῆς Λύ­σης τὸ καύ­χη­μα, Εὐ­φη­μι­α­νὸν τὸν θε­ό­πνουν, εὐ­φη­μή­σω­μεν ᾄ­σμα­σι. Τῷ πί­στει ἀ­να­λώ­σαν­τι αὐ­τόν, ἀ­σκή­σει καὶ συν­τό­νῳ προ­σευ­χῇ, καὶ πτε­ρώ­σαν­τι ἐκ­θύ­μως, τὸν νοῦν πρὸς δό­μους δό­ξης ἐκ­βο­ή­σω­μεν· Δό­ξα τῷ σὲ δο­ξά­σαν­τι Χρι­στῷ, δό­ξα τῷ σὲ στε­φα­νώ­σαν­τι, δό­ξα τῷ ἐ­νερ­γοῦν­τι δι­ὰ σοῦ, πι­στὸς ἰ­ά­μα­τα.

*

Κυ­ρι­α­κὴ με­τὰ τὴν ΙΓ´ Νο­εμ­βρί­ου.

Σύ­να­ξις πάν­των τῶν συ­νερ­γα­τῶν, εὐ­ερ­γε­τῶν, φοι­τη­τῶν, δι­α­κό­νων καὶ δο­ρυ­φό­ρων τῆς μνή­μης τοῦ ἱ­ε­ροῦ Χρυ­σο­στό­μου σὺν Ἀν­θού­σῃ, τῇ αὐ­τοῦ μη­τρὶ καὶ Ὀ­λυμ­πι­ά­δι, τῆ σε­μνῇ δι­α­κό­νῳ.

Ἀ­πο­λυ­τί­κι­ον τῶν Ἁ­γί­ων.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Θε­αυ­γοῦς Χρυ­σο­στό­μου χο­ρὸν χρυ­σό­πλο­κον, τῶν ἐ­πω­νύ­μων ἐν ὕ­μνοις καὶ ἀ­φα­νῶν φοι­τη­τῶν, συ­νερ­γῶν, εὐ­ερ­γε­τῶν καὶ φί­λων μέλ­ψω­μεν, πάν­των τῶν ὁ­μο­λο­γη­τῶν, εὐ­κλε­ῶν ἱ­ε­ραρ­χῶν, ὁ­σί­ων καὶ πρε­σβυ­τέ­ρων, μεθ᾿ ὧν Χρι­στὸν δυ­σω­ποῦ­σιν ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

* * *

Ἱ­στέ­ον, ὅ­τι ἀ­πὸ τῆς αὔ­ρι­ον ἄρ­χε­ται ἡ Νη­στεί­α τῶν Χρι­στου­γέν­νων, καθ᾿ ἣν κα­τὰ πα­ρά­δο­σιν εἶ­ναι ἐ­πι­τρε­πτόν,  κα­τα­λύ­ω­μεν ἰ­χθύ­ας κα­τὰ Σάβ­βα­τον καὶ Κυ­ρι­α­κήν, ἀ­πὸ 21ης Νο­εμ­βρί­ου ἕ­ως καὶ 17ης Δε­κεμ­βρί­ου.

* * * * *

Ση­μεί­ω­σις·

Ὅ­τε ἑ­ορ­τά­ζει πλη­θὺς Ἁ­γί­ων ἔν τι­νι ἡ­μέ­ρᾳ, εἰς τὴν δι­ά­κρι­σιν τοῦ Προ­ε­στῶ­τος ἀ­πό­κει­ται τὸ νὰ συν­τμη­θῇ πως τὸ Μη­νο­λό­γι­ον καὶ δὴ οἱ Στί­χοι.

Ση­μει­ω­θεί­τω ὅ­τι οἱ πλεῖ­στοι τοῦ Μη­νο­λο­γί­ου Στί­χοι συν­θέ­την ἔ­χου­σι τὸν ἐν Ὁ­σί­οις λαμ­πρὸν Δι­δά­σκα­λον τῆς Ἐκ­κλη­σί­ας Νι­κό­δη­μον τὸν Ἁ­γι­ο­ρεί­την, ἔ­νι­οι δὲ τὸν νε­ω­στὶ ἀ­να­λάμ­ψαν­τα ἡ­μῖν ἔν­θε­ον Ὑ­μνο­γρά­φον Γε­ρά­σι­μον τὸν Μι­κρα­γι­αν­να­νί­την, οἱ πλεῖ­στοι δὲ τῶν στε­ρε­ο­τύ­πων Μη­ναί­ων συν­θέ­την ἔ­χου­σι Χρι­στο­φό­ρον τὸν Μυ­τι­λη­ναῖ­ον. Λαμ­βά­νο­μεν δὲ καὶ ἐξ ἑ­τέ­ρων νε­ω­τέ­ρων, ἀ­νε­γνω­ρι­σμέ­νων ἐκ­κλη­σι­α­στι­κῶς Ὑ­μνο­γρά­φων ὡς τοῦ Χα­ρα­λάμ­πους Μπού­σι­α καὶ τῆς Μο­να­χῆς Ἰ­σι­δώ­ρας, Ἡ­γου­μέ­νης τῆς Μο­νῆς Ἁ­γί­ου Ἱ­ε­ρο­θέ­ου Με­γά­ρων. Βο­η­θού­με­θα δὲ καὶ ἐκ τῆς σχε­τι­κῆς «Συλ­λο­γῆς Μη­νο­λο­γί­ων» τῶν Σι­μω­νο­πε­τρι­τῶν.

Ἐν ἀ­κρο­τά­τῳ σε­βα­σμῷ πρὸς τὴν Ἱ­ε­ρὰν Πα­ρά­δο­σιν τῆς Ὀρ­θο­δό­ξου Ἐκ­κλη­σί­ας καὶ πρὸς τὴν ἐκ­κλη­σι­α­στι­κὴν εὐ­τα­ξί­αν δι­ευ­κρι­νί­ζο­μεν, ὅ­τι ὁ ἐμ­πλου­τι­σμὸς τοῦ Μη­νο­λο­γί­ου ἐν­τάσ­σε­ται εἰς τὸν εὐ­λα­βῆ πό­θον τῶν χρι­στι­α­νῶν τῆς σή­με­ρον πρὸς ἀ­νά­μνη­σιν καὶ τι­μὴν καὶ σέ­βας πρὸς τοὺς λαμ­προὺς ἀ­στέ­ρας τῆς Ἐκ­κλη­σί­ας, τοὺς δι᾿ ἀ­σκή­σε­ως ἢ ἀ­θλή­σε­ως τῷ Κυ­ρί­ῳ ἡ­μῶν εὐ­α­ρε­στή­σαν­τας καὶ ὑπ᾿ Αὐ­τοῦ δο­ξα­σθέν­τας.

Δι­ὰ τὴν ἐπ᾿ Ἐκ­κλη­σί­αις χρῆ­σιν αὐ­το­νο­ή­τως ἀ­παι­τεῖ­ται ἐ­ξάρ­τη­σις καὶ ἐ­ναρ­μο­νι­σμὸς με­τὰ τῆς ἐ­πι­το­πί­ου Ἐκ­κλη­σι­α­στι­κῆς Ἀρ­χῆς, ἤ­τοι τοῦ ἐ­πι­χω­ρί­ου Ἐ­πι­σκό­που.

Πα­ρα­δρο­μαί τι­νες εἰς τὴν σύν­θε­σιν τῆς Ἀ­κο­λου­θί­ας ταύ­της, εἴ­τε τυ­πο­γρα­φι­κῆς, εἴ­τε γραμ­μα­τι­κῆς φύ­σε­ως, εἴ­τε τῆς Τυ­πι­κῆς ἀ­κρι­βεί­ας, εἶ­ναι, πα­ρὰ πᾶ­σαν φι­λό­τι­μον προ­σπά­θει­αν ἐ­πι­με­λεί­ας, ἀ­να­πό­φευ­κται. Ἐ­πα­φι­έ­με­θα εἰς τὴν ἀγ­χί­νοι­αν ὑ­μῶν πρὸς δι­όρ­θω­σιν. Καὶ κα­τα­θέ­το­μεν πᾶ­σαν προ­θυ­μί­αν καὶ εὐ­πεί­θει­αν εἰς τὰς ὑ­πο­δεί­ξεις αὐ­τῶν.

Ετικέτες